Joshua第17章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Joshua第16章   Joshua第18章 →

1 και εγενετο τα ορια φυλης υιων μανασση οτι ουτος πρωτοτοκος τω ιωσηφ τω μαχιρ πρωτοτοκω μανασση πατρι γαλααδ ανηρ γαρ πολεμιστης ην εν τη γαλααδιτιδι και εν τη βασανιτιδι

2 και εγενηθη τοις υιοις μανασση τοις λοιποις κατα δημους αυτων τοις υιοις ιεζερ και τοις υιοις κελεζ και τοις υιοις ιεζιηλ και τοις υιοις συχεμ και τοις υιοις συμαριμ και τοις υιοις οφερ ουτοι οι αρσενες κατα δημους αυτων

3 και τω σαλπααδ υιω οφερ ουκ ησαν αυτω υιοι αλλ' η θυγατερες και ταυτα τα ονοματα των θυγατερων σαλπααδ μααλα και νουα και εγλα και μελχα και θερσα

4 και εστησαν εναντιον ελεαζαρ του ιερεως και εναντιον ιησου και εναντιον των αρχοντων λεγουσαι ο θεος ενετειλατο δια χειρος μωυση δουναι ημιν κληρονομιαν εν μεσω των αδελφων ημων και εδοθη αυταις δια προσταγματος κυριου κληρος εν τοις αδελφοις του πατρος αυτων

5 και επεσεν ο σχοινισμος αυτων απο ανασσα και πεδιον λαβεκ εκ της γαλααδ η εστιν περαν του ιορδανου

6 οτι θυγατερες υιων μανασση εκληρονομησαν κληρον εν μεσω των αδελφων αυτων η δε γη γαλααδ εγενηθη τοις υιοις μανασση τοις καταλελειμμενοις

7 και εγενηθη ορια υιων μανασση δηλαναθ η εστιν κατα προσωπον υιων αναθ και πορευεται επι τα ορια επι ιαμιν και ιασσιβ επι πηγην θαφθωθ

8 τω μανασση εσται και θαφεθ επι των οριων μανασση τοις υιοις εφραιμ

9 και καταβησεται τα ορια επι φαραγγα καρανα επι λιβα κατα φαραγγα ιαριηλ τερεμινθος τω εφραιμ ανα μεσον πολεως μανασση και ορια μανασση επι τον βορραν εις τον χειμαρρουν και εσται αυτου η διεξοδος θαλασσα

10 απο λιβος τω εφραιμ και επι βορραν μανασση και εσται η θαλασσα ορια αυτοις και επι ασηρ συναψουσιν επι βορραν και τω ισσαχαρ απ' ανατολων

11 και εσται μανασση εν ισσαχαρ και εν ασηρ βαιθσαν και αι κωμαι αυτων και τους κατοικουντας δωρ και τας κωμας αυτης και τους κατοικουντας μαγεδδω και τας κωμας αυτης και το τριτον της ναφετα και τας κωμας αυτης

12 και ουκ ηδυνασθησαν οι υιοι μανασση εξολεθρευσαι τας πολεις ταυτας και ηρχετο ο χαναναιος κατοικειν εν τη γη ταυτη

13 και εγενηθη και επει κατισχυσαν οι υιοι ισραηλ και εποιησαν τους χαναναιους υπηκοους εξολεθρευσαι δε αυτους ουκ εξωλεθρευσαν

14 αντειπαν δε οι υιοι ιωσηφ τω ιησου λεγοντες δια τι εκληρονομησας ημας κληρον ενα και σχοινισμα εν εγω δε λαος πολυς ειμι και ο θεος ευλογησεν με

15 και ειπεν αυτοις ιησους ει λαος πολυς ει αναβηθι εις τον δρυμον και εκκαθαρον σεαυτω ει στενοχωρει σε το ορος το εφραιμ

16 και ειπαν ουκ αρκεσει ημιν το ορος το εφραιμ και ιππος επιλεκτος και σιδηρος τω χαναναιω τω κατοικουντι εν αυτω εν βαιθσαν και εν ταις κωμαις αυτης εν τη κοιλαδι ιεζραελ

17 και ειπεν ιησους τοις υιοις ιωσηφ ει λαος πολυς ει και ισχυν μεγαλην εχεις ουκ εσται σοι κληρος εις

18 ο γαρ δρυμος εσται σοι οτι δρυμος εστιν και εκκαθαριεις αυτον και εσται σοι και οταν εξολεθρευσης τον χαναναιον οτι ιππος επιλεκτος εστιν αυτω συ γαρ υπερισχυεις αυτου

← Joshua第16章   Joshua第18章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 1574, 3708, 3858, 3862, 9338

Apocalypse Revealed 349

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: