Joshua第12章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Joshua第11章   Joshua第13章 →

1 και ουτοι οι βασιλεις της γης ους ανειλον οι υιοι ισραηλ και κατεκληρονομησαν την γην αυτων περαν του ιορδανου αφ' ηλιου ανατολων απο φαραγγος αρνων εως του ορους αερμων και πασαν την γην αραβα απ' ανατολων

2 σηων τον βασιλεα των αμορραιων ος κατωκει εν εσεβων κυριευων απο αροηρ η εστιν εν τη φαραγγι κατα μερος της φαραγγος και το ημισυ της γαλααδ εως ιαβοκ ορια υιων αμμων

3 και αραβα εως της θαλασσης χενερεθ κατ' ανατολας και εως της θαλασσης αραβα θαλασσαν των αλων απο ανατολων οδον την κατα ασιμωθ απο θαιμαν την υπο ασηδωθ φασγα

4 και ωγ βασιλευς βασαν υπελειφθη εκ των γιγαντων ο κατοικων εν ασταρωθ και εν εδραιν

5 αρχων απο ορους αερμων και απο σελχα και πασαν την βασαν εως οριων γεσουρι και την μαχατι και το ημισυ γαλααδ οριων σηων βασιλεως εσεβων

6 μωυσης ο παις κυριου και οι υιοι ισραηλ επαταξαν αυτους και εδωκεν αυτην μωυσης εν κληρονομια ρουβην και γαδ και τω ημισει φυλης μανασση

7 και ουτοι οι βασιλεις των αμορραιων ους ανειλεν ιησους και οι υιοι ισραηλ εν τω περαν του ιορδανου παρα θαλασσαν βααλγαδ εν τω πεδιω του λιβανου και εως του ορους χελχα αναβαινοντων εις σηιρ και εδωκεν αυτην ιησους ταις φυλαις ισραηλ κληρονομειν κατα κληρον αυτων

8 εν τω ορει και εν τω πεδιω και εν αραβα και εν ασηδωθ και εν τη ερημω και εν ναγεβ τον χετταιον και τον αμορραιον και τον χαναναιον και τον φερεζαιον και τον ευαιον και τον ιεβουσαιον

9 τον βασιλεα ιεριχω και τον βασιλεα της γαι η εστιν πλησιον βαιθηλ

10 βασιλεα ιερουσαλημ βασιλεα χεβρων

11 βασιλεα ιεριμουθ βασιλεα λαχις

12 βασιλεα αιλαμ βασιλεα γαζερ

13 βασιλεα δαβιρ βασιλεα γαδερ

14 βασιλεα ερμαθ βασιλεα αραθ

15 βασιλεα λεβνα βασιλεα οδολλαμ

16 βασιλεα μακηδα

17 βασιλεα ταφουγ βασιλεα οφερ

18 βασιλεα αφεκ της σαρων

19 βασιλεα ασωρ

20 βασιλεα συμοων βασιλεα μαρρων βασιλεα αζιφ

21 βασιλεα καδης βασιλεα ταναχ

22 βασιλεα μαγεδων βασιλεα ιεκοναμ του χερμελ

23 βασιλεα δωρ του ναφεδδωρ βασιλεα γωιμ της γαλιλαιας

24 βασιλεα θαρσα παντες ουτοι βασιλεις εικοσι εννεα

← Joshua第11章   Joshua第13章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 2913, 3527, 4270


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: