Genesis第49章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第48章   Genesis第50章 →

1 εκαλεσεν δε ιακωβ τους υιους αυτου και ειπεν συναχθητε ινα αναγγειλω υμιν τι απαντησει υμιν επ' εσχατων των ημερων

2 αθροισθητε και ακουσατε υιοι ιακωβ ακουσατε ισραηλ του πατρος υμων

3 ρουβην πρωτοτοκος μου συ ισχυς μου και αρχη τεκνων μου σκληρος φερεσθαι και σκληρος αυθαδης

4 εξυβρισας ως υδωρ μη εκζεσης ανεβης γαρ επι την κοιτην του πατρος σου τοτε εμιανας την στρωμνην ου ανεβης

5 συμεων και λευι αδελφοι συνετελεσαν αδικιαν εξ αιρεσεως αυτων

6 εις βουλην αυτων μη ελθοι η ψυχη μου και επι τη συστασει αυτων μη ερεισαι τα ηπατα μου οτι εν τω θυμω αυτων απεκτειναν ανθρωπους και εν τη επιθυμια αυτων ενευροκοπησαν ταυρον

7 επικαταρατος ο θυμος αυτων οτι αυθαδης και η μηνις αυτων οτι εσκληρυνθη διαμεριω αυτους εν ιακωβ και διασπερω αυτους εν ισραηλ

8 ιουδα σε αινεσαισαν οι αδελφοι σου αι χειρες σου επι νωτου των εχθρων σου προσκυνησουσιν σοι οι υιοι του πατρος σου

9 σκυμνος λεοντος ιουδα εκ βλαστου υιε μου ανεβης αναπεσων εκοιμηθης ως λεων και ως σκυμνος τις εγερει αυτον

10 ουκ εκλειψει αρχων εξ ιουδα και ηγουμενος εκ των μηρων αυτου εως αν ελθη τα αποκειμενα αυτω και αυτος προσδοκια εθνων

11 δεσμευων προς αμπελον τον πωλον αυτου και τη ελικι τον πωλον της ονου αυτου πλυνει εν οινω την στολην αυτου και εν αιματι σταφυλης την περιβολην αυτου

12 χαροποι οι οφθαλμοι αυτου απο οινου και λευκοι οι οδοντες αυτου η γαλα

13 ζαβουλων παραλιος κατοικησει και αυτος παρ' ορμον πλοιων και παρατενει εως σιδωνος

14 ισσαχαρ το καλον επεθυμησεν αναπαυομενος ανα μεσον των κληρων

15 και ιδων την αναπαυσιν οτι καλη και την γην οτι πιων υπεθηκεν τον ωμον αυτου εις το πονειν και εγενηθη ανηρ γεωργος

16 δαν κρινει τον εαυτου λαον ωσει και μια φυλη εν ισραηλ

17 και γενηθητω δαν οφις εφ' οδου εγκαθημενος επι τριβου δακνων πτερναν ιππου και πεσειται ο ιππευς εις τα οπισω

18 την σωτηριαν περιμενω κυριου

19 γαδ πειρατηριον πειρατευσει αυτον αυτος δε πειρατευσει αυτων κατα ποδας

20 ασηρ πιων αυτου ο αρτος και αυτος δωσει τρυφην αρχουσιν

21 νεφθαλι στελεχος ανειμενον επιδιδους εν τω γενηματι καλλος

22 υιος ηυξημενος ιωσηφ υιος ηυξημενος ζηλωτος υιος μου νεωτατος προς με αναστρεψον

23 εις ον διαβουλευομενοι ελοιδορουν και ενειχον αυτω κυριοι τοξευματων

24 και συνετριβη μετα κρατους τα τοξα αυτων και εξελυθη τα νευρα βραχιονων χειρων αυτων δια χειρα δυναστου ιακωβ εκειθεν ο κατισχυσας ισραηλ

25 παρα θεου του πατρος σου και εβοηθησεν σοι ο θεος ο εμος και ευλογησεν σε ευλογιαν ουρανου ανωθεν και ευλογιαν γης εχουσης παντα ενεκεν ευλογιας μαστων και μητρας

26 ευλογιας πατρος σου και μητρος σου υπερισχυσεν επ' ευλογιαις ορεων μονιμων και επ' ευλογιαις θινων αεναων εσονται επι κεφαλην ιωσηφ και επι κορυφης ων ηγησατο αδελφων

27 βενιαμιν λυκος αρπαξ το πρωινον εδεται ετι και εις το εσπερας διαδωσει τροφην

28 παντες ουτοι υιοι ιακωβ δωδεκα και ταυτα ελαλησεν αυτοις ο πατηρ αυτων και ευλογησεν αυτους εκαστον κατα την ευλογιαν αυτου ευλογησεν αυτους

29 και ειπεν αυτοις εγω προστιθεμαι προς τον εμον λαον θαψατε με μετα των πατερων μου εν τω σπηλαιω ο εστιν εν τω αγρω εφρων του χετταιου

30 εν τω σπηλαιω τω διπλω τω απεναντι μαμβρη εν τη γη χανααν ο εκτησατο αβρααμ το σπηλαιον παρα εφρων του χετταιου εν κτησει μνημειου

31 εκει εθαψαν αβρααμ και σαρραν την γυναικα αυτου εκει εθαψαν ισαακ και ρεβεκκαν την γυναικα αυτου και εκει εθαψα λειαν

32 εν κτησει του αγρου και του σπηλαιου του οντος εν αυτω παρα των υιων χετ

33 και κατεπαυσεν ιακωβ επιτασσων τοις υιοις αυτου και εξαρας τους ποδας αυτου επι την κλινην εξελιπεν και προσετεθη προς τον λαον αυτου

← Genesis第48章   Genesis第50章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 6328, 6329, 6330, 6331, 6332

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 259, 1063, 1069, 1071, 1298, 1756, 1984, ...

Apocalypse Revealed 17, 20, 134, 137, 166, 241, 298, ...

The New Jerusalem and its Heavenly Doctrine 248, 258

The White Horse 2

True Christian Religion 708

Show Unpublished Work(s)



翻译:
分享: