Genesis第46章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第45章   Genesis第47章 →

1 απαρας δε ισραηλ αυτος και παντα τα αυτου ηλθεν επι το φρεαρ του ορκου και εθυσεν θυσιαν τω θεω του πατρος αυτου ισαακ

2 ειπεν δε ο θεος ισραηλ εν οραματι της νυκτος ειπας ιακωβ ιακωβ ο δε ειπεν τι εστιν

3 λεγων εγω ειμι ο θεος των πατερων σου μη φοβου καταβηναι εις αιγυπτον εις γαρ εθνος μεγα ποιησω σε εκει

4 και εγω καταβησομαι μετα σου εις αιγυπτον και εγω αναβιβασω σε εις τελος και ιωσηφ επιβαλει τας χειρας επι τους οφθαλμους σου

5 ανεστη δε ιακωβ απο του φρεατος του ορκου και ανελαβον οι υιοι ισραηλ τον πατερα αυτων και την αποσκευην και τας γυναικας αυτων επι τας αμαξας ας απεστειλεν ιωσηφ αραι αυτον

6 και αναλαβοντες τα υπαρχοντα αυτων και πασαν την κτησιν ην εκτησαντο εν γη χανααν εισηλθον εις αιγυπτον ιακωβ και παν το σπερμα αυτου μετ' αυτου

7 υιοι και οι υιοι των υιων αυτου μετ' αυτου θυγατερες και θυγατερες των υιων αυτου και παν το σπερμα αυτου ηγαγεν εις αιγυπτον

8 ταυτα δε τα ονοματα των υιων ισραηλ των εισελθοντων εις αιγυπτον ιακωβ και οι υιοι αυτου πρωτοτοκος ιακωβ ρουβην

9 υιοι δε ρουβην ενωχ και φαλλους ασρων και χαρμι

10 υιοι δε συμεων ιεμουηλ και ιαμιν και αωδ και ιαχιν και σααρ και σαουλ υιος της χανανιτιδος

11 υιοι δε λευι γηρσων κααθ και μεραρι

12 υιοι δε ιουδα ηρ και αυναν και σηλωμ και φαρες και ζαρα απεθανεν δε ηρ και αυναν εν γη χανααν εγενοντο δε υιοι φαρες ασρων και ιεμουηλ

13 υιοι δε ισσαχαρ θωλα και φουα και ιασουβ και ζαμβραμ

14 υιοι δε ζαβουλων σερεδ και αλλων και αλοηλ

15 ουτοι υιοι λειας ους ετεκεν τω ιακωβ εν μεσοποταμια της συριας και διναν την θυγατερα αυτου πασαι αι ψυχαι υιοι και θυγατερες τριακοντα τρεις

16 υιοι δε γαδ σαφων και αγγις και σαυνις και θασοβαν και αηδις και αροηδις και αροηλις

17 υιοι δε ασηρ ιεμνα και ιεσουα και ιεουλ και βαρια και σαρα αδελφη αυτων υιοι δε βαρια χοβορ και μελχιηλ

18 ουτοι υιοι ζελφας ην εδωκεν λαβαν λεια τη θυγατρι αυτου η ετεκεν τουτους τω ιακωβ δεκα εξ ψυχας

19 υιοι δε ραχηλ γυναικος ιακωβ ιωσηφ και βενιαμιν

20 εγενοντο δε υιοι ιωσηφ εν γη αιγυπτω ους ετεκεν αυτω ασεννεθ θυγατηρ πετεφρη ιερεως ηλιου πολεως τον μανασση και τον εφραιμ εγενοντο δε υιοι μανασση ους ετεκεν αυτω η παλλακη η συρα τον μαχιρ μαχιρ δε εγεννησεν τον γαλααδ υιοι δε εφραιμ αδελφου μανασση σουταλααμ και τααμ υιοι δε σουταλααμ εδεμ

21 υιοι δε βενιαμιν βαλα και χοβωρ και ασβηλ εγενοντο δε υιοι βαλα γηρα και νοεμαν και αγχις και ρως και μαμφιν και οφιμιν γηρα δε εγεννησεν τον αραδ

22 ουτοι υιοι ραχηλ ους ετεκεν τω ιακωβ πασαι ψυχαι δεκα οκτω

23 υιοι δε δαν ασομ

24 και υιοι νεφθαλι ασιηλ και γωυνι και ισσααρ και συλλημ

25 ουτοι υιοι βαλλας ην εδωκεν λαβαν ραχηλ τη θυγατρι αυτου η ετεκεν τουτους τω ιακωβ πασαι ψυχαι επτα

26 πασαι δε ψυχαι αι εισελθουσαι μετα ιακωβ εις αιγυπτον οι εξελθοντες εκ των μηρων αυτου χωρις των γυναικων υιων ιακωβ πασαι ψυχαι εξηκοντα εξ

27 υιοι δε ιωσηφ οι γενομενοι αυτω εν γη αιγυπτω ψυχαι εννεα πασαι ψυχαι οικου ιακωβ αι εισελθουσαι εις αιγυπτον εβδομηκοντα πεντε

28 τον δε ιουδαν απεστειλεν εμπροσθεν αυτου προς ιωσηφ συναντησαι αυτω καθ' ηρωων πολιν εις γην ραμεσση

29 ζευξας δε ιωσηφ τα αρματα αυτου ανεβη εις συναντησιν ισραηλ τω πατρι αυτου καθ' ηρωων πολιν και οφθεις αυτω επεπεσεν επι τον τραχηλον αυτου και εκλαυσεν κλαυθμω πλειονι

30 και ειπεν ισραηλ προς ιωσηφ αποθανουμαι απο του νυν επει εωρακα το προσωπον σου ετι γαρ συ ζης

31 ειπεν δε ιωσηφ προς τους αδελφους αυτου αναβας απαγγελω τω φαραω και ερω αυτω οι αδελφοι μου και ο οικος του πατρος μου οι ησαν εν γη χανααν ηκασιν προς με

32 οι δε ανδρες εισιν ποιμενες ανδρες γαρ κτηνοτροφοι ησαν και τα κτηνη και τους βοας και παντα τα αυτων αγειοχασιν

33 εαν ουν καλεση υμας φαραω και ειπη υμιν τι το εργον υμων εστιν

34 ερειτε ανδρες κτηνοτροφοι εσμεν οι παιδες σου εκ παιδος εως του νυν και ημεις και οι πατερες ημων ινα κατοικησητε εν γη γεσεμ αραβια βδελυγμα γαρ εστιν αιγυπτιοις πας ποιμην προβατων

← Genesis第45章   Genesis第47章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 5994

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 1195, 2723, 2959, 3021, 3862, 4286, 4316, ...

Apocalypse Revealed 349, 503

Show Unpublished Work(s)



翻译:
分享: