Genesis第43章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第42章   Genesis第44章 →

1 ο δε λιμος ενισχυσεν επι της γης

2 εγενετο δε ηνικα συνετελεσαν καταφαγειν τον σιτον ον ηνεγκαν εξ αιγυπτου και ειπεν αυτοις ο πατηρ αυτων παλιν πορευθεντες πριασθε ημιν μικρα βρωματα

3 ειπεν δε αυτω ιουδας λεγων διαμαρτυρια διαμεμαρτυρηται ημιν ο ανθρωπος λεγων ουκ οψεσθε το προσωπον μου εαν μη ο αδελφος υμων ο νεωτερος μεθ' υμων η

4 ει μεν ουν αποστελλεις τον αδελφον ημων μεθ' ημων καταβησομεθα και αγορασωμεν σοι βρωματα

5 ει δε μη αποστελλεις τον αδελφον ημων μεθ' ημων ου πορευσομεθα ο γαρ ανθρωπος ειπεν ημιν λεγων ουκ οψεσθε μου το προσωπον εαν μη ο αδελφος υμων ο νεωτερος μεθ' υμων η

6 ειπεν δε ισραηλ τι εκακοποιησατε με αναγγειλαντες τω ανθρωπω ει εστιν υμιν αδελφος

7 οι δε ειπαν ερωτων επηρωτησεν ημας ο ανθρωπος και την γενεαν ημων λεγων ει ετι ο πατηρ υμων ζη ει εστιν υμιν αδελφος και απηγγειλαμεν αυτω κατα την επερωτησιν ταυτην μη ηδειμεν ει ερει ημιν αγαγετε τον αδελφον υμων

8 ειπεν δε ιουδας προς ισραηλ τον πατερα αυτου αποστειλον το παιδαριον μετ' εμου και ανασταντες πορευσομεθα ινα ζωμεν και μη αποθανωμεν και ημεις και συ και η αποσκευη ημων

9 εγω δε εκδεχομαι αυτον εκ χειρος μου ζητησον αυτον εαν μη αγαγω αυτον προς σε και στησω αυτον εναντιον σου ημαρτηκως εσομαι προς σε πασας τας ημερας

10 ει μη γαρ εβραδυναμεν ηδη αν υπεστρεψαμεν δις

11 ειπεν δε αυτοις ισραηλ ο πατηρ αυτων ει ουτως εστιν τουτο ποιησατε λαβετε απο των καρπων της γης εν τοις αγγειοις υμων και καταγαγετε τω ανθρωπω δωρα της ρητινης και του μελιτος θυμιαμα και στακτην και τερεμινθον και καρυα

12 και το αργυριον δισσον λαβετε εν ταις χερσιν υμων το αργυριον το αποστραφεν εν τοις μαρσιπποις υμων αποστρεψατε μεθ' υμων μηποτε αγνοημα εστιν

13 και τον αδελφον υμων λαβετε και ανασταντες καταβητε προς τον ανθρωπον

14 ο δε θεος μου δωη υμιν χαριν εναντιον του ανθρωπου και αποστειλαι τον αδελφον υμων τον ενα και τον βενιαμιν εγω μεν γαρ καθα ητεκνωμαι ητεκνωμαι

15 λαβοντες δε οι ανδρες τα δωρα ταυτα και το αργυριον διπλουν ελαβον εν ταις χερσιν αυτων και τον βενιαμιν και ανασταντες κατεβησαν εις αιγυπτον και εστησαν εναντιον ιωσηφ

16 ειδεν δε ιωσηφ αυτους και τον βενιαμιν τον αδελφον αυτου τον ομομητριον και ειπεν τω επι της οικιας αυτου εισαγαγε τους ανθρωπους εις την οικιαν και σφαξον θυματα και ετοιμασον μετ' εμου γαρ φαγονται οι ανθρωποι αρτους την μεσημβριαν

17 εποιησεν δε ο ανθρωπος καθα ειπεν ιωσηφ και εισηγαγεν τους ανθρωπους εις τον οικον ιωσηφ

18 ιδοντες δε οι ανθρωποι οτι εισηχθησαν εις τον οικον ιωσηφ ειπαν δια το αργυριον το αποστραφεν εν τοις μαρσιπποις ημων την αρχην ημεις εισαγομεθα του συκοφαντησαι ημας και επιθεσθαι ημιν του λαβειν ημας εις παιδας και τους ονους ημων

19 προσελθοντες δε προς τον ανθρωπον τον επι του οικου ιωσηφ ελαλησαν αυτω εν τω πυλωνι του οικου

20 λεγοντες δεομεθα κυριε κατεβημεν την αρχην πριασθαι βρωματα

21 εγενετο δε ηνικα ηλθομεν εις το καταλυσαι και ηνοιξαμεν τους μαρσιππους ημων και τοδε το αργυριον εκαστου εν τω μαρσιππω αυτου το αργυριον ημων εν σταθμω απεστρεψαμεν νυν εν ταις χερσιν ημων

22 και αργυριον ετερον ηνεγκαμεν μεθ' εαυτων αγορασαι βρωματα ουκ οιδαμεν τις ενεβαλεν το αργυριον εις τους μαρσιππους ημων

23 ειπεν δε αυτοις ιλεως υμιν μη φοβεισθε ο θεος υμων και ο θεος των πατερων υμων εδωκεν υμιν θησαυρους εν τοις μαρσιπποις υμων το δε αργυριον υμων ευδοκιμουν απεχω και εξηγαγεν προς αυτους τον συμεων

24 και ηνεγκεν υδωρ νιψαι τους ποδας αυτων και εδωκεν χορτασματα τοις ονοις αυτων

25 ητοιμασαν δε τα δωρα εως του ελθειν ιωσηφ μεσημβριας ηκουσαν γαρ οτι εκει μελλει αρισταν

26 εισηλθεν δε ιωσηφ εις την οικιαν και προσηνεγκαν αυτω τα δωρα α ειχον εν ταις χερσιν αυτων εις τον οικον και προσεκυνησαν αυτω επι προσωπον επι την γην

27 ηρωτησεν δε αυτους πως εχετε και ειπεν αυτοις ει υγιαινει ο πατηρ υμων ο πρεσβυτερος ον ειπατε ετι ζη

28 οι δε ειπαν υγιαινει ο παις σου ο πατηρ ημων ετι ζη και ειπεν ευλογητος ο ανθρωπος εκεινος τω θεω και κυψαντες προσεκυνησαν αυτω

29 αναβλεψας δε τοις οφθαλμοις ιωσηφ ειδεν βενιαμιν τον αδελφον αυτου τον ομομητριον και ειπεν ουτος ο αδελφος υμων ο νεωτερος ον ειπατε προς με αγαγειν και ειπεν ο θεος ελεησαι σε τεκνον

30 εταραχθη δε ιωσηφ συνεστρεφετο γαρ τα εντερα αυτου επι τω αδελφω αυτου και εζητει κλαυσαι εισελθων δε εις το ταμιειον εκλαυσεν εκει

31 και νιψαμενος το προσωπον εξελθων ενεκρατευσατο και ειπεν παραθετε αρτους

32 και παρεθηκαν αυτω μονω και αυτοις καθ' εαυτους και τοις αιγυπτιοις τοις συνδειπνουσιν μετ' αυτου καθ' εαυτους ου γαρ εδυναντο οι αιγυπτιοι συνεσθιειν μετα των εβραιων αρτους βδελυγμα γαρ εστιν τοις αιγυπτιοις

33 εκαθισαν δε εναντιον αυτου ο πρωτοτοκος κατα τα πρεσβεια αυτου και ο νεωτερος κατα την νεοτητα αυτου εξισταντο δε οι ανθρωποι εκαστος προς τον αδελφον αυτου

34 ηραν δε μεριδας παρ' αυτου προς αυτους εμεγαλυνθη δε η μερις βενιαμιν παρα τας μεριδας παντων πενταπλασιως προς τας εκεινων επιον δε και εμεθυσθησαν μετ' αυτου

← Genesis第42章   Genesis第44章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 5574

本章评论:



翻译:
分享: