Genesis第42章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第41章   Genesis第43章 →

1 ιδων δε ιακωβ οτι εστιν πρασις εν αιγυπτω ειπεν τοις υιοις αυτου ινα τι ραθυμειτε

2 ιδου ακηκοα οτι εστιν σιτος εν αιγυπτω καταβητε εκει και πριασθε ημιν μικρα βρωματα ινα ζωμεν και μη αποθανωμεν

3 κατεβησαν δε οι αδελφοι ιωσηφ οι δεκα πριασθαι σιτον εξ αιγυπτου

4 τον δε βενιαμιν τον αδελφον ιωσηφ ουκ απεστειλεν μετα των αδελφων αυτου ειπεν γαρ μηποτε συμβη αυτω μαλακια

5 ηλθον δε οι υιοι ισραηλ αγοραζειν μετα των ερχομενων ην γαρ ο λιμος εν γη χανααν

6 ιωσηφ δε ην αρχων της γης ουτος επωλει παντι τω λαω της γης ελθοντες δε οι αδελφοι ιωσηφ προσεκυνησαν αυτω επι προσωπον επι την γην

7 ιδων δε ιωσηφ τους αδελφους αυτου επεγνω και ηλλοτριουτο απ' αυτων και ελαλησεν αυτοις σκληρα και ειπεν αυτοις ποθεν ηκατε οι δε ειπαν εκ γης χανααν αγορασαι βρωματα

8 επεγνω δε ιωσηφ τους αδελφους αυτου αυτοι δε ουκ επεγνωσαν αυτον

9 και εμνησθη ιωσηφ των ενυπνιων ων ειδεν αυτος και ειπεν αυτοις κατασκοποι εστε κατανοησαι τα ιχνη της χωρας ηκατε

10 οι δε ειπαν ουχι κυριε οι παιδες σου ηλθομεν πριασθαι βρωματα

11 παντες εσμεν υιοι ενος ανθρωπου ειρηνικοι εσμεν ουκ εισιν οι παιδες σου κατασκοποι

12 ειπεν δε αυτοις ουχι αλλα τα ιχνη της γης ηλθατε ιδειν

13 οι δε ειπαν δωδεκα εσμεν οι παιδες σου αδελφοι εν γη χανααν και ιδου ο νεωτερος μετα του πατρος ημων σημερον ο δε ετερος ουχ υπαρχει

14 ειπεν δε αυτοις ιωσηφ τουτο εστιν ο ειρηκα υμιν λεγων οτι κατασκοποι εστε

15 εν τουτω φανεισθε νη την υγιειαν φαραω ου μη εξελθητε εντευθεν εαν μη ο αδελφος υμων ο νεωτερος ελθη ωδε

16 αποστειλατε εξ υμων ενα και λαβετε τον αδελφον υμων υμεις δε απαχθητε εως του φανερα γενεσθαι τα ρηματα υμων ει αληθευετε η ου ει δε μη νη την υγιειαν φαραω η μην κατασκοποι εστε

17 και εθετο αυτους εν φυλακη ημερας τρεις

18 ειπεν δε αυτοις τη ημερα τη τριτη τουτο ποιησατε και ζησεσθε τον θεον γαρ εγω φοβουμαι

19 ει ειρηνικοι εστε αδελφος υμων εις κατασχεθητω εν τη φυλακη αυτοι δε βαδισατε και απαγαγετε τον αγορασμον της σιτοδοσιας υμων

20 και τον αδελφον υμων τον νεωτερον αγαγετε προς με και πιστευθησονται τα ρηματα υμων ει δε μη αποθανεισθε εποιησαν δε ουτως

21 και ειπεν εκαστος προς τον αδελφον αυτου ναι εν αμαρτια γαρ εσμεν περι του αδελφου ημων οτι υπερειδομεν την θλιψιν της ψυχης αυτου οτε κατεδεετο ημων και ουκ εισηκουσαμεν αυτου ενεκεν τουτου επηλθεν εφ' ημας η θλιψις αυτη

22 αποκριθεις δε ρουβην ειπεν αυτοις ουκ ελαλησα υμιν λεγων μη αδικησητε το παιδαριον και ουκ εισηκουσατε μου και ιδου το αιμα αυτου εκζητειται

23 αυτοι δε ουκ ηδεισαν οτι ακουει ιωσηφ ο γαρ ερμηνευτης ανα μεσον αυτων ην

24 αποστραφεις δε απ' αυτων εκλαυσεν ιωσηφ και παλιν προσηλθεν προς αυτους και ειπεν αυτοις και ελαβεν τον συμεων απ' αυτων και εδησεν αυτον εναντιον αυτων

25 ενετειλατο δε ιωσηφ εμπλησαι τα αγγεια αυτων σιτου και αποδουναι το αργυριον εκαστου εις τον σακκον αυτου και δουναι αυτοις επισιτισμον εις την οδον και εγενηθη αυτοις ουτως

26 και επιθεντες τον σιτον επι τους ονους αυτων απηλθον εκειθεν

27 λυσας δε εις τον μαρσιππον αυτου δουναι χορτασματα τοις ονοις αυτου ου κατελυσαν ειδεν τον δεσμον του αργυριου αυτου και ην επανω του στοματος του μαρσιππου

28 και ειπεν τοις αδελφοις αυτου απεδοθη μοι το αργυριον και ιδου τουτο εν τω μαρσιππω μου και εξεστη η καρδια αυτων και εταραχθησαν προς αλληλους λεγοντες τι τουτο εποιησεν ο θεος ημιν

29 ηλθον δε προς ιακωβ τον πατερα αυτων εις γην χανααν και απηγγειλαν αυτω παντα τα συμβαντα αυτοις λεγοντες

30 λελαληκεν ο ανθρωπος ο κυριος της γης προς ημας σκληρα και εθετο ημας εν φυλακη ως κατασκοπευοντας την γην

31 ειπαμεν δε αυτω ειρηνικοι εσμεν ουκ εσμεν κατασκοποι

32 δωδεκα αδελφοι εσμεν υιοι του πατρος ημων ο εις ουχ υπαρχει ο δε μικροτερος μετα του πατρος ημων σημερον εν γη χανααν

33 ειπεν δε ημιν ο ανθρωπος ο κυριος της γης εν τουτω γνωσομαι οτι ειρηνικοι εστε αδελφον ενα αφετε ωδε μετ' εμου τον δε αγορασμον της σιτοδοσιας του οικου υμων λαβοντες απελθατε

34 και αγαγετε προς με τον αδελφον υμων τον νεωτερον και γνωσομαι οτι ου κατασκοποι εστε αλλ' οτι ειρηνικοι εστε και τον αδελφον υμων αποδωσω υμιν και τη γη εμπορευεσθε

35 εγενετο δε εν τω κατακενουν αυτους τους σακκους αυτων και ην εκαστου ο δεσμος του αργυριου εν τω σακκω αυτων και ειδον τους δεσμους του αργυριου αυτων αυτοι και ο πατηρ αυτων και εφοβηθησαν

36 ειπεν δε αυτοις ιακωβ ο πατηρ αυτων εμε ητεκνωσατε ιωσηφ ουκ εστιν συμεων ουκ εστιν και τον βενιαμιν λημψεσθε επ' εμε εγενετο παντα ταυτα

37 ειπεν δε ρουβην τω πατρι αυτου λεγων τους δυο υιους μου αποκτεινον εαν μη αγαγω αυτον προς σε δος αυτον εις την χειρα μου καγω αναξω αυτον προς σε

38 ο δε ειπεν ου καταβησεται ο υιος μου μεθ' υμων οτι ο αδελφος αυτου απεθανεν και αυτος μονος καταλελειπται και συμβησεται αυτον μαλακισθηναι εν τη οδω η αν πορευησθε και καταξετε μου το γηρας μετα λυπης εις αδου

← Genesis第41章   Genesis第43章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 5396a, 5397

本章评论:



翻译:
分享: