Genesis第41章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第40章   Genesis第42章 →

1 εγενετο δε μετα δυο ετη ημερων φαραω ειδεν ενυπνιον ωετο εσταναι επι του ποταμου

2 και ιδου ωσπερ εκ του ποταμου ανεβαινον επτα βοες καλαι τω ειδει και εκλεκται ταις σαρξιν και εβοσκοντο εν τω αχει

3 αλλαι δε επτα βοες ανεβαινον μετα ταυτας εκ του ποταμου αισχραι τω ειδει και λεπται ταις σαρξιν και ενεμοντο παρα τας βοας παρα το χειλος του ποταμου

4 και κατεφαγον αι επτα βοες αι αισχραι και λεπται ταις σαρξιν τας επτα βοας τας καλας τω ειδει και τας εκλεκτας ηγερθη δε φαραω

5 και ενυπνιασθη το δευτερον και ιδου επτα σταχυες ανεβαινον εν πυθμενι ενι εκλεκτοι και καλοι

6 αλλοι δε επτα σταχυες λεπτοι και ανεμοφθοροι ανεφυοντο μετ' αυτους

7 και κατεπιον οι επτα σταχυες οι λεπτοι και ανεμοφθοροι τους επτα σταχυας τους εκλεκτους και τους πληρεις ηγερθη δε φαραω και ην ενυπνιον

8 εγενετο δε πρωι και εταραχθη η ψυχη αυτου και αποστειλας εκαλεσεν παντας τους εξηγητας αιγυπτου και παντας τους σοφους αυτης και διηγησατο αυτοις φαραω το ενυπνιον και ουκ ην ο απαγγελλων αυτο τω φαραω

9 και ελαλησεν ο αρχιοινοχοος προς φαραω λεγων την αμαρτιαν μου αναμιμνησκω σημερον

10 φαραω ωργισθη τοις παισιν αυτου και εθετο ημας εν φυλακη εν τω οικω του αρχιμαγειρου εμε τε και τον αρχισιτοποιον

11 και ειδομεν ενυπνιον εν νυκτι μια εγω τε και αυτος εκαστος κατα το αυτου ενυπνιον ειδομεν

12 ην δε εκει μεθ' ημων νεανισκος παις εβραιος του αρχιμαγειρου και διηγησαμεθα αυτω και συνεκρινεν ημιν

13 εγενηθη δε καθως συνεκρινεν ημιν ουτως και συνεβη εμε τε αποκατασταθηναι επι την αρχην μου εκεινον δε κρεμασθηναι

14 αποστειλας δε φαραω εκαλεσεν τον ιωσηφ και εξηγαγον αυτον εκ του οχυρωματος και εξυρησαν αυτον και ηλλαξαν την στολην αυτου και ηλθεν προς φαραω

15 ειπεν δε φαραω τω ιωσηφ ενυπνιον εωρακα και ο συγκρινων ουκ εστιν αυτο εγω δε ακηκοα περι σου λεγοντων ακουσαντα σε ενυπνια συγκριναι αυτα

16 αποκριθεις δε ιωσηφ τω φαραω ειπεν ανευ του θεου ουκ αποκριθησεται το σωτηριον φαραω

17 ελαλησεν δε φαραω τω ιωσηφ λεγων εν τω υπνω μου ωμην εσταναι παρα το χειλος του ποταμου

18 και ωσπερ εκ του ποταμου ανεβαινον επτα βοες καλαι τω ειδει και εκλεκται ταις σαρξιν και ενεμοντο εν τω αχει

19 και ιδου επτα βοες ετεραι ανεβαινον οπισω αυτων εκ του ποταμου πονηραι και αισχραι τω ειδει και λεπται ταις σαρξιν οιας ουκ ειδον τοιαυτας εν ολη γη αιγυπτω αισχροτερας

20 και κατεφαγον αι επτα βοες αι αισχραι και λεπται τας επτα βοας τας πρωτας τας καλας και εκλεκτας

21 και εισηλθον εις τας κοιλιας αυτων και ου διαδηλοι εγενοντο οτι εισηλθον εις τας κοιλιας αυτων και αι οψεις αυτων αισχραι καθα και την αρχην εξεγερθεις δε εκοιμηθην

22 και ειδον παλιν εν τω υπνω μου και ωσπερ επτα σταχυες ανεβαινον εν πυθμενι ενι πληρεις και καλοι

23 αλλοι δε επτα σταχυες λεπτοι και ανεμοφθοροι ανεφυοντο εχομενοι αυτων

24 και κατεπιον οι επτα σταχυες οι λεπτοι και ανεμοφθοροι τους επτα σταχυας τους καλους και τους πληρεις ειπα ουν τοις εξηγηταις και ουκ ην ο απαγγελλων μοι

25 και ειπεν ιωσηφ τω φαραω το ενυπνιον φαραω εν εστιν οσα ο θεος ποιει εδειξεν τω φαραω

26 αι επτα βοες αι καλαι επτα ετη εστιν και οι επτα σταχυες οι καλοι επτα ετη εστιν το ενυπνιον φαραω εν εστιν

27 και αι επτα βοες αι λεπται αι αναβαινουσαι οπισω αυτων επτα ετη εστιν και οι επτα σταχυες οι λεπτοι και ανεμοφθοροι εσονται επτα ετη λιμου

28 το δε ρημα ο ειρηκα φαραω οσα ο θεος ποιει εδειξεν τω φαραω

29 ιδου επτα ετη ερχεται ευθηνια πολλη εν παση γη αιγυπτω

30 ηξει δε επτα ετη λιμου μετα ταυτα και επιλησονται της πλησμονης εν ολη γη αιγυπτω και αναλωσει ο λιμος την γην

31 και ουκ επιγνωσθησεται η ευθηνια επι της γης απο του λιμου του εσομενου μετα ταυτα ισχυρος γαρ εσται σφοδρα

32 περι δε του δευτερωσαι το ενυπνιον φαραω δις οτι αληθες εσται το ρημα το παρα του θεου και ταχυνει ο θεος του ποιησαι αυτο

33 νυν ουν σκεψαι ανθρωπον φρονιμον και συνετον και καταστησον αυτον επι γης αιγυπτου

34 και ποιησατω φαραω και καταστησατω τοπαρχας επι της γης και αποπεμπτωσατωσαν παντα τα γενηματα της γης αιγυπτου των επτα ετων της ευθηνιας

35 και συναγαγετωσαν παντα τα βρωματα των επτα ετων των ερχομενων των καλων τουτων και συναχθητω ο σιτος υπο χειρα φαραω βρωματα εν ταις πολεσιν φυλαχθητω

36 και εσται τα βρωματα πεφυλαγμενα τη γη εις τα επτα ετη του λιμου α εσονται εν γη αιγυπτω και ουκ εκτριβησεται η γη εν τω λιμω

37 ηρεσεν δε τα ρηματα εναντιον φαραω και εναντιον παντων των παιδων αυτου

38 και ειπεν φαραω πασιν τοις παισιν αυτου μη ευρησομεν ανθρωπον τοιουτον ος εχει πνευμα θεου εν αυτω

39 ειπεν δε φαραω τω ιωσηφ επειδη εδειξεν ο θεος σοι παντα ταυτα ουκ εστιν ανθρωπος φρονιμωτερος και συνετωτερος σου

40 συ εση επι τω οικω μου και επι τω στοματι σου υπακουσεται πας ο λαος μου πλην τον θρονον υπερεξω σου εγω

41 ειπεν δε φαραω τω ιωσηφ ιδου καθιστημι σε σημερον επι πασης γης αιγυπτου

42 και περιελομενος φαραω τον δακτυλιον απο της χειρος αυτου περιεθηκεν αυτον επι την χειρα ιωσηφ και ενεδυσεν αυτον στολην βυσσινην και περιεθηκεν κλοιον χρυσουν περι τον τραχηλον αυτου

43 και ανεβιβασεν αυτον επι το αρμα το δευτερον των αυτου και εκηρυξεν εμπροσθεν αυτου κηρυξ και κατεστησεν αυτον εφ' ολης γης αιγυπτου

44 ειπεν δε φαραω τω ιωσηφ εγω φαραω ανευ σου ουκ εξαρει ουθεις την χειρα αυτου επι παση γη αιγυπτου

45 και εκαλεσεν φαραω το ονομα ιωσηφ ψονθομφανηχ και εδωκεν αυτω την ασεννεθ θυγατερα πετεφρη ιερεως ηλιου πολεως αυτω γυναικα

46 ιωσηφ δε ην ετων τριακοντα οτε εστη εναντιον φαραω βασιλεως αιγυπτου εξηλθεν δε ιωσηφ εκ προσωπου φαραω και διηλθεν πασαν γην αιγυπτου

47 και εποιησεν η γη εν τοις επτα ετεσιν της ευθηνιας δραγματα

48 και συνηγαγεν παντα τα βρωματα των επτα ετων εν οις ην η ευθηνια εν γη αιγυπτου και εθηκεν τα βρωματα εν ταις πολεσιν βρωματα των πεδιων της πολεως των κυκλω αυτης εθηκεν εν αυτη

49 και συνηγαγεν ιωσηφ σιτον ωσει την αμμον της θαλασσης πολυν σφοδρα εως ουκ ηδυναντο αριθμησαι ου γαρ ην αριθμος

50 τω δε ιωσηφ εγενοντο υιοι δυο προ του ελθειν τα επτα ετη του λιμου ους ετεκεν αυτω ασεννεθ θυγατηρ πετεφρη ιερεως ηλιου πολεως

51 εκαλεσεν δε ιωσηφ το ονομα του πρωτοτοκου μανασση οτι επιλαθεσθαι με εποιησεν ο θεος παντων των πονων μου και παντων των του πατρος μου

52 το δε ονομα του δευτερου εκαλεσεν εφραιμ οτι ηυξησεν με ο θεος εν γη ταπεινωσεως μου

53 παρηλθον δε τα επτα ετη της ευθηνιας α εγενοντο εν γη αιγυπτω

54 και ηρξαντο τα επτα ετη του λιμου ερχεσθαι καθα ειπεν ιωσηφ και εγενετο λιμος εν παση τη γη εν δε παση γη αιγυπτου ησαν αρτοι

55 και επεινασεν πασα η γη αιγυπτου εκεκραξεν δε ο λαος προς φαραω περι αρτων ειπεν δε φαραω πασι τοις αιγυπτιοις πορευεσθε προς ιωσηφ και ο εαν ειπη υμιν ποιησατε

56 και ο λιμος ην επι προσωπου πασης της γης ανεωξεν δε ιωσηφ παντας τους σιτοβολωνας και επωλει πασι τοις αιγυπτιοις

57 και πασαι αι χωραι ηλθον εις αιγυπτον αγοραζειν προς ιωσηφ επεκρατησεν γαρ ο λιμος εν παση τη γη

← Genesis第40章   Genesis第42章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 5191, 5192

本章评论:



翻译:
分享: