Genesis第34章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第33章   Genesis第35章 →

1 εξηλθεν δε δινα η θυγατηρ λειας ην ετεκεν τω ιακωβ καταμαθειν τας θυγατερας των εγχωριων

2 και ειδεν αυτην συχεμ ο υιος εμμωρ ο χορραιος ο αρχων της γης και λαβων αυτην εκοιμηθη μετ' αυτης και εταπεινωσεν αυτην

3 και προσεσχεν τη ψυχη δινας της θυγατρος ιακωβ και ηγαπησεν την παρθενον και ελαλησεν κατα την διανοιαν της παρθενου αυτη

4 ειπεν δε συχεμ προς εμμωρ τον πατερα αυτου λεγων λαβε μοι την παιδισκην ταυτην εις γυναικα

5 ιακωβ δε ηκουσεν οτι εμιανεν ο υιος εμμωρ διναν την θυγατερα αυτου οι δε υιοι αυτου ησαν μετα των κτηνων αυτου εν τω πεδιω παρεσιωπησεν δε ιακωβ εως του ελθειν αυτους

6 εξηλθεν δε εμμωρ ο πατηρ συχεμ προς ιακωβ λαλησαι αυτω

7 οι δε υιοι ιακωβ ηλθον εκ του πεδιου ως δε ηκουσαν κατενυχθησαν οι ανδρες και λυπηρον ην αυτοις σφοδρα οτι ασχημον εποιησεν εν ισραηλ κοιμηθεις μετα της θυγατρος ιακωβ και ουχ ουτως εσται

8 και ελαλησεν εμμωρ αυτοις λεγων συχεμ ο υιος μου προειλατο τη ψυχη την θυγατερα υμων δοτε ουν αυτην αυτω γυναικα

9 επιγαμβρευσασθε ημιν τας θυγατερας υμων δοτε ημιν και τας θυγατερας ημων λαβετε τοις υιοις υμων

10 και εν ημιν κατοικειτε και η γη ιδου πλατεια εναντιον υμων κατοικειτε και εμπορευεσθε επ' αυτης και εγκτησασθε εν αυτη

11 ειπεν δε συχεμ προς τον πατερα αυτης και προς τους αδελφους αυτης ευροιμι χαριν εναντιον υμων και ο εαν ειπητε δωσομεν

12 πληθυνατε την φερνην σφοδρα και δωσω καθοτι αν ειπητε μοι και δωσετε μοι την παιδα ταυτην εις γυναικα

13 απεκριθησαν δε οι υιοι ιακωβ τω συχεμ και εμμωρ τω πατρι αυτου μετα δολου και ελαλησαν αυτοις οτι εμιαναν διναν την αδελφην αυτων

14 και ειπαν αυτοις συμεων και λευι οι αδελφοι δινας υιοι δε λειας ου δυνησομεθα ποιησαι το ρημα τουτο δουναι την αδελφην ημων ανθρωπω ος εχει ακροβυστιαν εστιν γαρ ονειδος ημιν

15 εν τουτω ομοιωθησομεθα υμιν και κατοικησομεν εν υμιν εαν γενησθε ως ημεις και υμεις εν τω περιτμηθηναι υμων παν αρσενικον

16 και δωσομεν τας θυγατερας ημων υμιν και απο των θυγατερων υμων λημψομεθα ημιν γυναικας και οικησομεν παρ' υμιν και εσομεθα ως γενος εν

17 εαν δε μη εισακουσητε ημων του περιτεμνεσθαι λαβοντες τας θυγατερας ημων απελευσομεθα

18 και ηρεσαν οι λογοι εναντιον εμμωρ και εναντιον συχεμ του υιου εμμωρ

19 και ουκ εχρονισεν ο νεανισκος του ποιησαι το ρημα τουτο ενεκειτο γαρ τη θυγατρι ιακωβ αυτος δε ην ενδοξοτατος παντων των εν τω οικω του πατρος αυτου

20 ηλθεν δε εμμωρ και συχεμ ο υιος αυτου προς την πυλην της πολεως αυτων και ελαλησαν προς τους ανδρας της πολεως αυτων λεγοντες

21 οι ανθρωποι ουτοι ειρηνικοι εισιν μεθ' ημων οικειτωσαν επι της γης και εμπορευεσθωσαν αυτην η δε γη ιδου πλατεια εναντιον αυτων τας θυγατερας αυτων λημψομεθα ημιν γυναικας και τας θυγατερας ημων δωσομεν αυτοις

22 μονον εν τουτω ομοιωθησονται ημιν οι ανθρωποι του κατοικειν μεθ' ημων ωστε ειναι λαον ενα εν τω περιτεμνεσθαι ημων παν αρσενικον καθα και αυτοι περιτετμηνται

23 και τα κτηνη αυτων και τα υπαρχοντα αυτων και τα τετραποδα ουχ ημων εσται μονον εν τουτω ομοιωθωμεν αυτοις και οικησουσιν μεθ' ημων

24 και εισηκουσαν εμμωρ και συχεμ του υιου αυτου παντες οι εκπορευομενοι την πυλην της πολεως αυτων και περιετεμοντο την σαρκα της ακροβυστιας αυτων πας αρσην

25 εγενετο δε εν τη ημερα τη τριτη οτε ησαν εν τω πονω ελαβον οι δυο υιοι ιακωβ συμεων και λευι οι αδελφοι δινας εκαστος την μαχαιραν αυτου και εισηλθον εις την πολιν ασφαλως και απεκτειναν παν αρσενικον

26 τον τε εμμωρ και συχεμ τον υιον αυτου απεκτειναν εν στοματι μαχαιρας και ελαβον την διναν εκ του οικου του συχεμ και εξηλθον

27 οι δε υιοι ιακωβ εισηλθον επι τους τραυματιας και διηρπασαν την πολιν εν η εμιαναν διναν την αδελφην αυτων

28 και τα προβατα αυτων και τους βοας αυτων και τους ονους αυτων οσα τε ην εν τη πολει και οσα ην εν τω πεδιω ελαβον

29 και παντα τα σωματα αυτων και πασαν την αποσκευην αυτων και τας γυναικας αυτων ηχμαλωτευσαν και διηρπασαν οσα τε ην εν τη πολει και οσα ην εν ταις οικιαις

30 ειπεν δε ιακωβ συμεων και λευι μισητον με πεποιηκατε ωστε πονηρον με ειναι πασιν τοις κατοικουσιν την γην εν τε τοις χαναναιοις και τοις φερεζαιοις εγω δε ολιγοστος ειμι εν αριθμω και συναχθεντες επ' εμε συγκοψουσιν με και εκτριβησομαι εγω και ο οικος μου

31 οι δε ειπαν αλλ' ωσει πορνη χρησωνται τη αδελφη ημων

← Genesis第33章   Genesis第35章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 4425

本章评论:



翻译:
分享: