Genesis第25章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第24章   Genesis第26章 →

1 προσθεμενος δε αβρααμ ελαβεν γυναικα η ονομα χεττουρα

2 ετεκεν δε αυτω τον ζεμραν και τον ιεξαν και τον μαδαν και τον μαδιαμ και τον ιεσβοκ και τον σωυε

3 ιεξαν δε εγεννησεν τον σαβα και τον θαιμαν και τον δαιδαν υιοι δε δαιδαν εγενοντο ραγουηλ και ναβδεηλ και ασσουριιμ και λατουσιιμ και λοωμιμ

4 υιοι δε μαδιαμ γαιφα και αφερ και ενωχ και αβιρα και ελραγα παντες ουτοι ησαν υιοι χεττουρας

5 εδωκεν δε αβρααμ παντα τα υπαρχοντα αυτου ισαακ τω υιω αυτου

6 και τοις υιοις των παλλακων αυτου εδωκεν αβρααμ δοματα και εξαπεστειλεν αυτους απο ισαακ του υιου αυτου ετι ζωντος αυτου προς ανατολας εις γην ανατολων

7 ταυτα δε τα ετη ημερων ζωης αβρααμ οσα εζησεν εκατον εβδομηκοντα πεντε ετη

8 και εκλιπων απεθανεν αβρααμ εν γηρει καλω πρεσβυτης και πληρης ημερων και προσετεθη προς τον λαον αυτου

9 και εθαψαν αυτον ισαακ και ισμαηλ οι υιοι αυτου εις το σπηλαιον το διπλουν εις τον αγρον εφρων του σααρ του χετταιου ο εστιν απεναντι μαμβρη

10 τον αγρον και το σπηλαιον ο εκτησατο αβρααμ παρα των υιων χετ εκει εθαψαν αβρααμ και σαρραν την γυναικα αυτου

11 εγενετο δε μετα το αποθανειν αβρααμ ευλογησεν ο θεος ισαακ τον υιον αυτου και κατωκησεν ισαακ παρα το φρεαρ της ορασεως

12 αυται δε αι γενεσεις ισμαηλ του υιου αβρααμ ον ετεκεν αγαρ η παιδισκη σαρρας τω αβρααμ

13 και ταυτα τα ονοματα των υιων ισμαηλ κατ' ονομα των γενεων αυτου πρωτοτοκος ισμαηλ ναβαιωθ και κηδαρ και ναβδεηλ και μασσαμ

14 και μασμα και ιδουμα και μασση

15 και χοδδαδ και θαιμαν και ιετουρ και ναφες και κεδμα

16 ουτοι εισιν οι υιοι ισμαηλ και ταυτα τα ονοματα αυτων εν ταις σκηναις αυτων και εν ταις επαυλεσιν αυτων δωδεκα αρχοντες κατα εθνη αυτων

17 και ταυτα τα ετη της ζωης ισμαηλ εκατον τριακοντα επτα ετη και εκλιπων απεθανεν και προσετεθη προς το γενος αυτου

18 κατωκησεν δε απο ευιλατ εως σουρ η εστιν κατα προσωπον αιγυπτου εως ελθειν προς ασσυριους κατα προσωπον παντων των αδελφων αυτου κατωκησεν

19 και αυται αι γενεσεις ισαακ του υιου αβρααμ αβρααμ εγεννησεν τον ισαακ

20 ην δε ισαακ ετων τεσσαρακοντα οτε ελαβεν την ρεβεκκαν θυγατερα βαθουηλ του συρου εκ της μεσοποταμιας αδελφην λαβαν του συρου εαυτω γυναικα

21 εδειτο δε ισαακ κυριου περι ρεβεκκας της γυναικος αυτου οτι στειρα ην επηκουσεν δε αυτου ο θεος και ελαβεν εν γαστρι ρεβεκκα η γυνη αυτου

22 εσκιρτων δε τα παιδια εν αυτη ειπεν δε ει ουτως μοι μελλει γινεσθαι ινα τι μοι τουτο επορευθη δε πυθεσθαι παρα κυριου

23 και ειπεν κυριος αυτη δυο εθνη εν τη γαστρι σου εισιν και δυο λαοι εκ της κοιλιας σου διασταλησονται και λαος λαου υπερεξει και ο μειζων δουλευσει τω ελασσονι

24 και επληρωθησαν αι ημεραι του τεκειν αυτην και τηδε ην διδυμα εν τη κοιλια αυτης

25 εξηλθεν δε ο υιος ο πρωτοτοκος πυρρακης ολος ωσει δορα δασυς επωνομασεν δε το ονομα αυτου ησαυ

26 και μετα τουτο εξηλθεν ο αδελφος αυτου και η χειρ αυτου επειλημμενη της πτερνης ησαυ και εκαλεσεν το ονομα αυτου ιακωβ ισαακ δε ην ετων εξηκοντα οτε ετεκεν αυτους ρεβεκκα

27 ηυξηθησαν δε οι νεανισκοι και ην ησαυ ανθρωπος ειδως κυνηγειν αγροικος ιακωβ δε ην ανθρωπος απλαστος οικων οικιαν

28 ηγαπησεν δε ισαακ τον ησαυ οτι η θηρα αυτου βρωσις αυτω ρεβεκκα δε ηγαπα τον ιακωβ

29 ηψησεν δε ιακωβ εψεμα ηλθεν δε ησαυ εκ του πεδιου εκλειπων

30 και ειπεν ησαυ τω ιακωβ γευσον με απο του εψεματος του πυρρου τουτου οτι εκλειπω δια τουτο εκληθη το ονομα αυτου εδωμ

31 ειπεν δε ιακωβ τω ησαυ αποδου μοι σημερον τα πρωτοτοκια σου εμοι

32 ειπεν δε ησαυ ιδου εγω πορευομαι τελευταν και ινα τι μοι ταυτα τα πρωτοτοκια

33 και ειπεν αυτω ιακωβ ομοσον μοι σημερον και ωμοσεν αυτω απεδοτο δε ησαυ τα πρωτοτοκια τω ιακωβ

34 ιακωβ δε εδωκεν τω ησαυ αρτον και εψεμα φακου και εφαγεν και επιεν και αναστας ωχετο και εφαυλισεν ησαυ τα πρωτοτοκια

← Genesis第24章   Genesis第26章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 3230, 3231, 3232, 3233

本章评论:



翻译:
分享: