Genesis第22章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第21章   Genesis第23章 →

1 και εγενετο μετα τα ρηματα ταυτα ο θεος επειραζεν τον αβρααμ και ειπεν προς αυτον αβρααμ αβρααμ ο δε ειπεν ιδου εγω

2 και ειπεν λαβε τον υιον σου τον αγαπητον ον ηγαπησας τον ισαακ και πορευθητι εις την γην την υψηλην και ανενεγκον αυτον εκει εις ολοκαρπωσιν εφ' εν των ορεων ων αν σοι ειπω

3 αναστας δε αβρααμ το πρωι επεσαξεν την ονον αυτου παρελαβεν δε μεθ' εαυτου δυο παιδας και ισαακ τον υιον αυτου και σχισας ξυλα εις ολοκαρπωσιν αναστας επορευθη και ηλθεν επι τον τοπον ον ειπεν αυτω ο θεος

4 τη ημερα τη τριτη και αναβλεψας αβρααμ τοις οφθαλμοις ειδεν τον τοπον μακροθεν

5 και ειπεν αβρααμ τοις παισιν αυτου καθισατε αυτου μετα της ονου εγω δε και το παιδαριον διελευσομεθα εως ωδε και προσκυνησαντες αναστρεψωμεν προς υμας

6 ελαβεν δε αβρααμ τα ξυλα της ολοκαρπωσεως και επεθηκεν ισαακ τω υιω αυτου ελαβεν δε και το πυρ μετα χειρα και την μαχαιραν και επορευθησαν οι δυο αμα

7 ειπεν δε ισαακ προς αβρααμ τον πατερα αυτου ειπας πατερ ο δε ειπεν τι εστιν τεκνον λεγων ιδου το πυρ και τα ξυλα που εστιν το προβατον το εις ολοκαρπωσιν

8 ειπεν δε αβρααμ ο θεος οψεται εαυτω προβατον εις ολοκαρπωσιν τεκνον πορευθεντες δε αμφοτεροι αμα

9 ηλθον επι τον τοπον ον ειπεν αυτω ο θεος και ωκοδομησεν εκει αβρααμ θυσιαστηριον και επεθηκεν τα ξυλα και συμποδισας ισαακ τον υιον αυτου επεθηκεν αυτον επι το θυσιαστηριον επανω των ξυλων

10 και εξετεινεν αβρααμ την χειρα αυτου λαβειν την μαχαιραν σφαξαι τον υιον αυτου

11 και εκαλεσεν αυτον αγγελος κυριου εκ του ουρανου και ειπεν αυτω αβρααμ αβρααμ ο δε ειπεν ιδου εγω

12 και ειπεν μη επιβαλης την χειρα σου επι το παιδαριον μηδε ποιησης αυτω μηδεν νυν γαρ εγνων οτι φοβη τον θεον συ και ουκ εφεισω του υιου σου του αγαπητου δι' εμε

13 και αναβλεψας αβρααμ τοις οφθαλμοις αυτου ειδεν και ιδου κριος εις κατεχομενος εν φυτω σαβεκ των κερατων και επορευθη αβρααμ και ελαβεν τον κριον και ανηνεγκεν αυτον εις ολοκαρπωσιν αντι ισαακ του υιου αυτου

14 και εκαλεσεν αβρααμ το ονομα του τοπου εκεινου κυριος ειδεν ινα ειπωσιν σημερον εν τω ορει κυριος ωφθη

15 και εκαλεσεν αγγελος κυριου τον αβρααμ δευτερον εκ του ουρανου

16 λεγων κατ' εμαυτου ωμοσα λεγει κυριος ου εινεκεν εποιησας το ρημα τουτο και ουκ εφεισω του υιου σου του αγαπητου δι' εμε

17 η μην ευλογων ευλογησω σε και πληθυνων πληθυνω το σπερμα σου ως τους αστερας του ουρανου και ως την αμμον την παρα το χειλος της θαλασσης και κληρονομησει το σπερμα σου τας πολεις των υπεναντιων

18 και ενευλογηθησονται εν τω σπερματι σου παντα τα εθνη της γης ανθ' ων υπηκουσας της εμης φωνης

19 απεστραφη δε αβρααμ προς τους παιδας αυτου και ανασταντες επορευθησαν αμα επι το φρεαρ του ορκου και κατωκησεν αβρααμ επι τω φρεατι του ορκου

20 εγενετο δε μετα τα ρηματα ταυτα και ανηγγελη τω αβρααμ λεγοντες ιδου τετοκεν μελχα και αυτη υιους ναχωρ τω αδελφω σου

21 τον ωξ πρωτοτοκον και τον βαυξ αδελφον αυτου και τον καμουηλ πατερα συρων

22 και τον χασαδ και τον αζαυ και τον φαλδας και τον ιεδλαφ και τον βαθουηλ

23 και βαθουηλ εγεννησεν την ρεβεκκαν οκτω ουτοι υιοι ους ετεκεν μελχα τω ναχωρ τω αδελφω αβρααμ

24 και η παλλακη αυτου η ονομα ρεημα ετεκεν και αυτη τον ταβεκ και τον γααμ και τον τοχος και τον μωχα

← Genesis第21章   Genesis第23章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 2764, 2765

本章评论:



翻译:
分享: