Genesis第20章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第19章   Genesis第21章 →

1 και εκινησεν εκειθεν αβρααμ εις γην προς λιβα και ωκησεν ανα μεσον καδης και ανα μεσον σουρ και παρωκησεν εν γεραροις

2 ειπεν δε αβρααμ περι σαρρας της γυναικος αυτου οτι αδελφη μου εστιν εφοβηθη γαρ ειπειν οτι γυνη μου εστιν μηποτε αποκτεινωσιν αυτον οι ανδρες της πολεως δι' αυτην απεστειλεν δε αβιμελεχ βασιλευς γεραρων και ελαβεν την σαρραν

3 και εισηλθεν ο θεος προς αβιμελεχ εν υπνω την νυκτα και ειπεν ιδου συ αποθνησκεις περι της γυναικος ης ελαβες αυτη δε εστιν συνωκηκυια ανδρι

4 αβιμελεχ δε ουχ ηψατο αυτης και ειπεν κυριε εθνος αγνοουν και δικαιον απολεις

5 ουκ αυτος μοι ειπεν αδελφη μου εστιν και αυτη μοι ειπεν αδελφος μου εστιν εν καθαρα καρδια και εν δικαιοσυνη χειρων εποιησα τουτο

6 ειπεν δε αυτω ο θεος καθ' υπνον καγω εγνων οτι εν καθαρα καρδια εποιησας τουτο και εφεισαμην εγω σου του μη αμαρτειν σε εις εμε ενεκεν τουτου ουκ αφηκα σε αψασθαι αυτης

7 νυν δε αποδος την γυναικα τω ανθρωπω οτι προφητης εστιν και προσευξεται περι σου και ζηση ει δε μη αποδιδως γνωθι οτι αποθανη συ και παντα τα σα

8 και ωρθρισεν αβιμελεχ το πρωι και εκαλεσεν παντας τους παιδας αυτου και ελαλησεν παντα τα ρηματα ταυτα εις τα ωτα αυτων εφοβηθησαν δε παντες οι ανθρωποι σφοδρα

9 και εκαλεσεν αβιμελεχ τον αβρααμ και ειπεν αυτω τι τουτο εποιησας ημιν μη τι ημαρτομεν εις σε οτι επηγαγες επ' εμε και επι την βασιλειαν μου αμαρτιαν μεγαλην εργον ο ουδεις ποιησει πεποιηκας μοι

10 ειπεν δε αβιμελεχ τω αβρααμ τι ενιδων εποιησας τουτο

11 ειπεν δε αβρααμ ειπα γαρ αρα ουκ εστιν θεοσεβεια εν τω τοπω τουτω εμε τε αποκτενουσιν ενεκεν της γυναικος μου

12 και γαρ αληθως αδελφη μου εστιν εκ πατρος αλλ' ουκ εκ μητρος εγενηθη δε μοι εις γυναικα

13 εγενετο δε ηνικα εξηγαγεν με ο θεος εκ του οικου του πατρος μου και ειπα αυτη ταυτην την δικαιοσυνην ποιησεις επ' εμε εις παντα τοπον ου εαν εισελθωμεν εκει ειπον εμε οτι αδελφος μου εστιν

14 ελαβεν δε αβιμελεχ χιλια διδραχμα προβατα και μοσχους και παιδας και παιδισκας και εδωκεν τω αβρααμ και απεδωκεν αυτω σαρραν την γυναικα αυτου

15 και ειπεν αβιμελεχ τω αβρααμ ιδου η γη μου εναντιον σου ου εαν σοι αρεσκη κατοικει

16 τη δε σαρρα ειπεν ιδου δεδωκα χιλια διδραχμα τω αδελφω σου ταυτα εσται σοι εις τιμην του προσωπου σου και πασαις ταις μετα σου και παντα αληθευσον

17 προσηυξατο δε αβρααμ προς τον θεον και ιασατο ο θεος τον αβιμελεχ και την γυναικα αυτου και τας παιδισκας αυτου και ετεκον

18 οτι συγκλειων συνεκλεισεν κυριος εξωθεν πασαν μητραν εν τω οικω του αβιμελεχ ενεκεν σαρρας της γυναικος αβρααμ

← Genesis第19章   Genesis第21章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 2496, 2497

本章评论:




翻译:
分享: