Genesis第17章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第16章   Genesis第18章 →

1 εγενετο δε αβραμ ετων ενενηκοντα εννεα και ωφθη κυριος τω αβραμ και ειπεν αυτω εγω ειμι ο θεος σου ευαρεστει εναντιον εμου και γινου αμεμπτος

2 και θησομαι την διαθηκην μου ανα μεσον εμου και ανα μεσον σου και πληθυνω σε σφοδρα

3 και επεσεν αβραμ επι προσωπον αυτου και ελαλησεν αυτω ο θεος λεγων

4 και εγω ιδου η διαθηκη μου μετα σου και εση πατηρ πληθους εθνων

5 και ου κληθησεται ετι το ονομα σου αβραμ αλλ' εσται το ονομα σου αβρααμ οτι πατερα πολλων εθνων τεθεικα σε

6 και αυξανω σε σφοδρα σφοδρα και θησω σε εις εθνη και βασιλεις εκ σου εξελευσονται

7 και στησω την διαθηκην μου ανα μεσον εμου και ανα μεσον σου και ανα μεσον του σπερματος σου μετα σε εις γενεας αυτων εις διαθηκην αιωνιον ειναι σου θεος και του σπερματος σου μετα σε

8 και δωσω σοι και τω σπερματι σου μετα σε την γην ην παροικεις πασαν την γην χανααν εις κατασχεσιν αιωνιον και εσομαι αυτοις θεος

9 και ειπεν ο θεος προς αβρααμ συ δε την διαθηκην μου διατηρησεις συ και το σπερμα σου μετα σε εις τας γενεας αυτων

10 και αυτη η διαθηκη ην διατηρησεις ανα μεσον εμου και υμων και ανα μεσον του σπερματος σου μετα σε εις τας γενεας αυτων περιτμηθησεται υμων παν αρσενικον

11 και περιτμηθησεσθε την σαρκα της ακροβυστιας υμων και εσται εν σημειω διαθηκης ανα μεσον εμου και υμων

12 και παιδιον οκτω ημερων περιτμηθησεται υμιν παν αρσενικον εις τας γενεας υμων ο οικογενης της οικιας σου και ο αργυρωνητος απο παντος υιου αλλοτριου ος ουκ εστιν εκ του σπερματος σου

13 περιτομη περιτμηθησεται ο οικογενης της οικιας σου και ο αργυρωνητος και εσται η διαθηκη μου επι της σαρκος υμων εις διαθηκην αιωνιον

14 και απεριτμητος αρσην ος ου περιτμηθησεται την σαρκα της ακροβυστιας αυτου τη ημερα τη ογδοη εξολεθρευθησεται η ψυχη εκεινη εκ του γενους αυτης οτι την διαθηκην μου διεσκεδασεν

15 ειπεν δε ο θεος τω αβρααμ σαρα η γυνη σου ου κληθησεται το ονομα αυτης σαρα αλλα σαρρα εσται το ονομα αυτης

16 ευλογησω δε αυτην και δωσω σοι εξ αυτης τεκνον και ευλογησω αυτον και εσται εις εθνη και βασιλεις εθνων εξ αυτου εσονται

17 και επεσεν αβρααμ επι προσωπον και εγελασεν και ειπεν εν τη διανοια αυτου λεγων ει τω εκατονταετει γενησεται και ει σαρρα ενενηκοντα ετων ουσα τεξεται

18 ειπεν δε αβρααμ προς τον θεον ισμαηλ ουτος ζητω εναντιον σου

19 ειπεν δε ο θεος τω αβρααμ ναι ιδου σαρρα η γυνη σου τεξεται σοι υιον και καλεσεις το ονομα αυτου ισαακ και στησω την διαθηκην μου προς αυτον εις διαθηκην αιωνιον και τω σπερματι αυτου μετ' αυτον

20 περι δε ισμαηλ ιδου επηκουσα σου ιδου ευλογησα αυτον και αυξανω αυτον και πληθυνω αυτον σφοδρα δωδεκα εθνη γεννησει και δωσω αυτον εις εθνος μεγα

21 την δε διαθηκην μου στησω προς ισαακ ον τεξεται σοι σαρρα εις τον καιρον τουτον εν τω ενιαυτω τω ετερω

22 συνετελεσεν δε λαλων προς αυτον και ανεβη ο θεος απο αβρααμ

23 και ελαβεν αβρααμ ισμαηλ τον υιον αυτου και παντας τους οικογενεις αυτου και παντας τους αργυρωνητους και παν αρσεν των ανδρων των εν τω οικω αβρααμ και περιετεμεν τας ακροβυστιας αυτων εν τω καιρω της ημερας εκεινης καθα ελαλησεν αυτω ο θεος

24 αβρααμ δε ην ενενηκοντα εννεα ετων ηνικα περιετεμεν την σαρκα της ακροβυστιας αυτου

25 ισμαηλ δε ο υιος αυτου ετων δεκα τριων ην ηνικα περιετμηθη την σαρκα της ακροβυστιας αυτου

26 εν τω καιρω της ημερας εκεινης περιετμηθη αβρααμ και ισμαηλ ο υιος αυτου

27 και παντες οι ανδρες του οικου αυτου και οι οικογενεις και οι αργυρωνητοι εξ αλλογενων εθνων περιετεμεν αυτους

← Genesis第16章   Genesis第18章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 1985, 1986

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 1025, 1038, 1416, 1987, 1988, 1989, 1990, ...

Apocalypse Revealed 598

True Christian Religion 675

Show Unpublished Work(s)



翻译:
分享: