Genesis第16章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第15章   Genesis第17章 →

1 σαρα δε η γυνη αβραμ ουκ ετικτεν αυτω ην δε αυτη παιδισκη αιγυπτια η ονομα αγαρ

2 ειπεν δε σαρα προς αβραμ ιδου συνεκλεισεν με κυριος του μη τικτειν εισελθε ουν προς την παιδισκην μου ινα τεκνοποιησης εξ αυτης υπηκουσεν δε αβραμ της φωνης σαρας

3 και λαβουσα σαρα η γυνη αβραμ αγαρ την αιγυπτιαν την εαυτης παιδισκην μετα δεκα ετη του οικησαι αβραμ εν γη χανααν και εδωκεν αυτην αβραμ τω ανδρι αυτης αυτω γυναικα

4 και εισηλθεν προς αγαρ και συνελαβεν και ειδεν οτι εν γαστρι εχει και ητιμασθη η κυρια εναντιον αυτης

5 ειπεν δε σαρα προς αβραμ αδικουμαι εκ σου εγω δεδωκα την παιδισκην μου εις τον κολπον σου ιδουσα δε οτι εν γαστρι εχει ητιμασθην εναντιον αυτης κριναι ο θεος ανα μεσον εμου και σου

6 ειπεν δε αβραμ προς σαραν ιδου η παιδισκη σου εν ταις χερσιν σου χρω αυτη ως αν σοι αρεστον η και εκακωσεν αυτην σαρα και απεδρα απο προσωπου αυτης

7 ευρεν δε αυτην αγγελος κυριου επι της πηγης του υδατος εν τη ερημω επι της πηγης εν τη οδω σουρ

8 και ειπεν αυτη ο αγγελος κυριου αγαρ παιδισκη σαρας ποθεν ερχη και που πορευη και ειπεν απο προσωπου σαρας της κυριας μου εγω αποδιδρασκω

9 ειπεν δε αυτη ο αγγελος κυριου αποστραφητι προς την κυριαν σου και ταπεινωθητι υπο τας χειρας αυτης

10 και ειπεν αυτη ο αγγελος κυριου πληθυνων πληθυνω το σπερμα σου και ουκ αριθμηθησεται απο του πληθους

11 και ειπεν αυτη ο αγγελος κυριου ιδου συ εν γαστρι εχεις και τεξη υιον και καλεσεις το ονομα αυτου ισμαηλ οτι επηκουσεν κυριος τη ταπεινωσει σου

12 ουτος εσται αγροικος ανθρωπος αι χειρες αυτου επι παντας και αι χειρες παντων επ' αυτον και κατα προσωπον παντων των αδελφων αυτου κατοικησει

13 και εκαλεσεν αγαρ το ονομα κυριου του λαλουντος προς αυτην συ ο θεος ο επιδων με οτι ειπεν και γαρ ενωπιον ειδον οφθεντα μοι

14 ενεκεν τουτου εκαλεσεν το φρεαρ φρεαρ ου ενωπιον ειδον ιδου ανα μεσον καδης και ανα μεσον βαραδ

15 και ετεκεν αγαρ τω αβραμ υιον και εκαλεσεν αβραμ το ονομα του υιου αυτου ον ετεκεν αυτω αγαρ ισμαηλ

16 αβραμ δε ην ογδοηκοντα εξ ετων ηνικα ετεκεν αγαρ τον ισμαηλ τω αβραμ

← Genesis第15章   Genesis第17章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 1890, 1891

Inner Meaning of Prophets and Psalms 417

本章评论:



翻译:
分享: