Genesis第15章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第14章   Genesis第16章 →

1 μετα δε τα ρηματα ταυτα εγενηθη ρημα κυριου προς αβραμ εν οραματι λεγων μη φοβου αβραμ εγω υπερασπιζω σου ο μισθος σου πολυς εσται σφοδρα

2 λεγει δε αβραμ δεσποτα τι μοι δωσεις εγω δε απολυομαι ατεκνος ο δε υιος μασεκ της οικογενους μου ουτος δαμασκος ελιεζερ

3 και ειπεν αβραμ επειδη εμοι ουκ εδωκας σπερμα ο δε οικογενης μου κληρονομησει με

4 και ευθυς φωνη κυριου εγενετο προς αυτον λεγων ου κληρονομησει σε ουτος αλλ' ος εξελευσεται εκ σου ουτος κληρονομησει σε

5 εξηγαγεν δε αυτον εξω και ειπεν αυτω αναβλεψον δη εις τον ουρανον και αριθμησον τους αστερας ει δυνηση εξαριθμησαι αυτους και ειπεν ουτως εσται το σπερμα σου

6 και επιστευσεν αβραμ τω θεω και ελογισθη αυτω εις δικαιοσυνην

7 ειπεν δε προς αυτον εγω ο θεος ο εξαγαγων σε εκ χωρας χαλδαιων ωστε δουναι σοι την γην ταυτην κληρονομησαι

8 ειπεν δε δεσποτα κυριε κατα τι γνωσομαι οτι κληρονομησω αυτην

9 ειπεν δε αυτω λαβε μοι δαμαλιν τριετιζουσαν και αιγα τριετιζουσαν και κριον τριετιζοντα και τρυγονα και περιστεραν

10 ελαβεν δε αυτω παντα ταυτα και διειλεν αυτα μεσα και εθηκεν αυτα αντιπροσωπα αλληλοις τα δε ορνεα ου διειλεν

11 κατεβη δε ορνεα επι τα σωματα τα διχοτομηματα αυτων και συνεκαθισεν αυτοις αβραμ

12 περι δε ηλιου δυσμας εκστασις επεπεσεν τω αβραμ και ιδου φοβος σκοτεινος μεγας επιπιπτει αυτω

13 και ερρεθη προς αβραμ γινωσκων γνωση οτι παροικον εσται το σπερμα σου εν γη ουκ ιδια και δουλωσουσιν αυτους και κακωσουσιν αυτους και ταπεινωσουσιν αυτους τετρακοσια ετη

14 το δε εθνος ω εαν δουλευσωσιν κρινω εγω μετα δε ταυτα εξελευσονται ωδε μετα αποσκευης πολλης

15 συ δε απελευση προς τους πατερας σου μετ' ειρηνης ταφεις εν γηρει καλω

16 τεταρτη δε γενεα αποστραφησονται ωδε ουπω γαρ αναπεπληρωνται αι αμαρτιαι των αμορραιων εως του νυν

17 επει δε εγινετο ο ηλιος προς δυσμαις φλοξ εγενετο και ιδου κλιβανος καπνιζομενος και λαμπαδες πυρος αι διηλθον ανα μεσον των διχοτομηματων τουτων

18 εν τη ημερα εκεινη διεθετο κυριος τω αβραμ διαθηκην λεγων τω σπερματι σου δωσω την γην ταυτην απο του ποταμου αιγυπτου εως του ποταμου του μεγαλου ποταμου ευφρατου

19 τους καιναιους και τους κενεζαιους και τους κεδμωναιους

20 και τους χετταιους και τους φερεζαιους και τους ραφαιν

21 και τους αμορραιους και τους χαναναιους και τους ευαιους και τους γεργεσαιους και τους ιεβουσαιους

← Genesis第14章   Genesis第16章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 1778, 1779, 1780, 1781, 1782

Inner Meaning of Prophets and Psalms 416

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 120, 1025, 1444, 1680, 1784, 1785, 1786, ...

Apocalypse Revealed 422, 444, 503, 658, 757

True Christian Religion 755

Show Unpublished Work(s)



翻译:
分享: