Genesis第12章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第11章   Genesis第13章 →

1 και ειπεν κυριος τω αβραμ εξελθε εκ της γης σου και εκ της συγγενειας σου και εκ του οικου του πατρος σου εις την γην ην αν σοι δειξω

2 και ποιησω σε εις εθνος μεγα και ευλογησω σε και μεγαλυνω το ονομα σου και εση ευλογητος

3 και ευλογησω τους ευλογουντας σε και τους καταρωμενους σε καταρασομαι και ενευλογηθησονται εν σοι πασαι αι φυλαι της γης

4 και επορευθη αβραμ καθαπερ ελαλησεν αυτω κυριος και ωχετο μετ' αυτου λωτ αβραμ δε ην ετων εβδομηκοντα πεντε οτε εξηλθεν εκ χαρραν

5 και ελαβεν αβραμ την σαραν γυναικα αυτου και τον λωτ υιον του αδελφου αυτου και παντα τα υπαρχοντα αυτων οσα εκτησαντο και πασαν ψυχην ην εκτησαντο εν χαρραν και εξηλθοσαν πορευθηναι εις γην χανααν και ηλθον εις γην χανααν

6 και διωδευσεν αβραμ την γην εις το μηκος αυτης εως του τοπου συχεμ επι την δρυν την υψηλην οι δε χαναναιοι τοτε κατωκουν την γην

7 και ωφθη κυριος τω αβραμ και ειπεν αυτω τω σπερματι σου δωσω την γην ταυτην και ωκοδομησεν εκει αβραμ θυσιαστηριον κυριω τω οφθεντι αυτω

8 και απεστη εκειθεν εις το ορος κατ' ανατολας βαιθηλ και εστησεν εκει την σκηνην αυτου βαιθηλ κατα θαλασσαν και αγγαι κατ' ανατολας και ωκοδομησεν εκει θυσιαστηριον τω κυριω και επεκαλεσατο επι τω ονοματι κυριου

9 και απηρεν αβραμ και πορευθεις εστρατοπεδευσεν εν τη ερημω

10 και εγενετο λιμος επι της γης και κατεβη αβραμ εις αιγυπτον παροικησαι εκει οτι ενισχυσεν ο λιμος επι της γης

11 εγενετο δε ηνικα ηγγισεν αβραμ εισελθειν εις αιγυπτον ειπεν αβραμ σαρα τη γυναικι αυτου γινωσκω εγω οτι γυνη ευπροσωπος ει

12 εσται ουν ως αν ιδωσιν σε οι αιγυπτιοι ερουσιν οτι γυνη αυτου αυτη και αποκτενουσιν με σε δε περιποιησονται

13 ειπον ουν οτι αδελφη αυτου ειμι οπως αν ευ μοι γενηται δια σε και ζησεται η ψυχη μου ενεκεν σου

14 εγενετο δε ηνικα εισηλθεν αβραμ εις αιγυπτον ιδοντες οι αιγυπτιοι την γυναικα οτι καλη ην σφοδρα

15 και ειδον αυτην οι αρχοντες φαραω και επηνεσαν αυτην προς φαραω και εισηγαγον αυτην εις τον οικον φαραω

16 και τω αβραμ ευ εχρησαντο δι' αυτην και εγενοντο αυτω προβατα και μοσχοι και ονοι παιδες και παιδισκαι ημιονοι και καμηλοι

17 και ητασεν ο θεος τον φαραω ετασμοις μεγαλοις και πονηροις και τον οικον αυτου περι σαρας της γυναικος αβραμ

18 καλεσας δε φαραω τον αβραμ ειπεν τι τουτο εποιησας μοι οτι ουκ απηγγειλας μοι οτι γυνη σου εστιν

19 ινα τι ειπας οτι αδελφη μου εστιν και ελαβον αυτην εμαυτω εις γυναικα και νυν ιδου η γυνη σου εναντιον σου λαβων αποτρεχε

20 και ενετειλατο φαραω ανδρασιν περι αβραμ συμπροπεμψαι αυτον και την γυναικα αυτου και παντα οσα ην αυτω και λωτ μετ' αυτου

← Genesis第11章   Genesis第13章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 1401, 1402

Inner Meaning of Prophets and Psalms 413, 414

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 440, 482, 796, 921, 1025, 1403, 1407, ...

Apocalypse Revealed 503

Show Unpublished Work(s)



翻译:
分享: