Ezekiel第44章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第43章   Ezekiel第45章 →

1 και επεστρεψεν με κατα την οδον της πυλης των αγιων της εξωτερας της βλεπουσης κατ' ανατολας και αυτη ην κεκλεισμενη

2 και ειπεν κυριος προς με η πυλη αυτη κεκλεισμενη εσται ουκ ανοιχθησεται και ουδεις μη διελθη δι' αυτης οτι κυριος ο θεος του ισραηλ εισελευσεται δι' αυτης και εσται κεκλεισμενη

3 διοτι ο ηγουμενος ουτος καθησεται εν αυτη του φαγειν αρτον εναντιον κυριου κατα την οδον αιλαμ της πυλης εισελευσεται και κατα την οδον αυτου εξελευσεται

4 και εισηγαγεν με κατα την οδον της πυλης της προς βορραν κατεναντι του οικου και ειδον και ιδου πληρης δοξης ο οικος κυριου και πιπτω επι προσωπον μου

5 και ειπεν κυριος προς με υιε ανθρωπου ταξον εις την καρδιαν σου και ιδε τοις οφθαλμοις σου και τοις ωσιν σου ακουε παντα οσα εγω λαλω μετα σου κατα παντα τα προσταγματα οικου κυριου και κατα παντα τα νομιμα αυτου και ταξεις την καρδιαν σου εις την εισοδον του οικου κατα πασας τας εξοδους αυτου εν πασι τοις αγιοις

6 και ερεις προς τον οικον τον παραπικραινοντα προς τον οικον του ισραηλ ταδε λεγει κυριος ο θεος ικανουσθω υμιν απο πασων των ανομιων υμων οικος ισραηλ

7 του εισαγαγειν υμας υιους αλλογενεις απεριτμητους καρδια και απεριτμητους σαρκι του γινεσθαι εν τοις αγιοις μου και εβεβηλουν αυτα εν τω προσφερειν υμας αρτους στεαρ και αιμα και παρεβαινετε την διαθηκην μου εν πασαις ταις ανομιαις υμων

8 και διεταξατε του φυλασσειν φυλακας εν τοις αγιοις μου

9 δια τουτο ταδε λεγει κυριος ο θεος πας υιος αλλογενης απεριτμητος καρδια και απεριτμητος σαρκι ουκ εισελευσεται εις τα αγια μου εν πασιν υιοις αλλογενων των οντων εν μεσω οικου ισραηλ

10 αλλ' η οι λευιται οιτινες αφηλαντο απ' εμου εν τω πλανασθαι τον ισραηλ απ' εμου κατοπισθεν των ενθυμηματων αυτων και λημψονται αδικιαν αυτων

11 και εσονται εν τοις αγιοις μου λειτουργουντες θυρωροι επι των πυλων του οικου και λειτουργουντες τω οικω ουτοι σφαξουσιν τα ολοκαυτωματα και τας θυσιας τω λαω και ουτοι στησονται εναντιον του λαου του λειτουργειν αυτοις

12 ανθ' ων ελειτουργουν αυτοις προ προσωπου των ειδωλων αυτων και εγενετο τω οικω ισραηλ εις κολασιν αδικιας ενεκα τουτου ηρα την χειρα μου επ' αυτους λεγει κυριος ο θεος

13 και ουκ εγγιουσι προς με του ιερατευειν μοι ουδε του προσαγειν προς τα αγια υιων του ισραηλ ουδε προς τα αγια των αγιων μου και λημψονται ατιμιαν αυτων εν τη πλανησει η επλανηθησαν

14 και καταταξουσιν αυτους φυλασσειν φυλακας του οικου εις παντα τα εργα αυτου και εις παντα οσα αν ποιησωσιν

15 οι ιερεις οι λευιται οι υιοι του σαδδουκ οιτινες εφυλαξαντο τας φυλακας των αγιων μου εν τω πλανασθαι οικον ισραηλ απ' εμου ουτοι προσαξουσιν προς με του λειτουργειν μοι και στησονται προ προσωπου μου του προσφερειν μοι θυσιαν στεαρ και αιμα λεγει κυριος ο θεος

16 ουτοι εισελευσονται εις τα αγια μου και ουτοι προσελευσονται προς την τραπεζαν μου του λειτουργειν μοι και φυλαξουσιν τας φυλακας μου

17 και εσται εν τω εισπορευεσθαι αυτους τας πυλας της αυλης της εσωτερας στολας λινας ενδυσονται και ουκ ενδυσονται ερεα εν τω λειτουργειν αυτους απο της πυλης της εσωτερας αυλης

18 και κιδαρεις λινας εξουσιν επι ταις κεφαλαις αυτων και περισκελη λινα εξουσιν επι τας οσφυας αυτων και ου περιζωσονται βια

19 και εν τω εκπορευεσθαι αυτους εις την αυλην την εξωτεραν προς τον λαον εκδυσονται τας στολας αυτων εν αις αυτοι λειτουργουσιν εν αυταις και θησουσιν αυτας εν ταις εξεδραις των αγιων και ενδυσονται στολας ετερας και ου μη αγιασωσιν τον λαον εν ταις στολαις αυτων

20 και τας κεφαλας αυτων ου ξυρησονται και τας κομας αυτων ου ψιλωσουσιν καλυπτοντες καλυψουσιν τας κεφαλας αυτων

21 και οινον ου μη πιωσιν πας ιερευς εν τω εισπορευεσθαι αυτους εις την αυλην την εσωτεραν

22 και χηραν και εκβεβλημενην ου λημψονται εαυτοις εις γυναικα αλλ' η παρθενον εκ του σπερματος ισραηλ και χηρα εαν γενηται εξ ιερεως λημψονται

23 και τον λαον μου διδαξουσιν ανα μεσον αγιου και βεβηλου και ανα μεσον ακαθαρτου και καθαρου γνωριουσιν αυτοις

24 και επι κρισιν αιματος ουτοι επιστησονται του διακρινειν τα δικαιωματα μου δικαιωσουσιν και τα κριματα μου κρινουσιν και τα νομιμα μου και τα προσταγματα μου εν πασαις ταις εορταις μου φυλαξονται και τα σαββατα μου αγιασουσιν

25 και επι ψυχην ανθρωπου ουκ εισελευσονται του μιανθηναι αλλ' η επι πατρι και επι μητρι και επι υιω και επι θυγατρι και επι αδελφω και επι αδελφη αυτου η ου γεγονεν ανδρι μιανθησεται

26 και μετα το καθαρισθηναι αυτον επτα ημερας εξαριθμησει αυτω

27 και η αν ημερα εισπορευωνται εις την αυλην την εσωτεραν του λειτουργειν εν τω αγιω προσοισουσιν ιλασμον λεγει κυριος ο θεος

28 και εσται αυτοις εις κληρονομιαν εγω κληρονομια αυτοις και κατασχεσις αυτοις ου δοθησεται εν τοις υιοις ισραηλ οτι εγω κατασχεσις αυτων

29 και τας θυσιας και τα υπερ αμαρτιας και τα υπερ αγνοιας ουτοι φαγονται και παν αφορισμα εν τω ισραηλ αυτοις εσται

30 απαρχαι παντων και τα πρωτοτοκα παντων και τα αφαιρεματα παντα εκ παντων των απαρχων υμων τοις ιερευσιν εσται και τα πρωτογενηματα υμων δωσετε τω ιερει του θειναι ευλογιας υμων επι τους οικους υμων

31 και παν θνησιμαιον και θηριαλωτον εκ των πετεινων και εκ των κτηνων ου φαγονται οι ιερεις

← Ezekiel第43章   Ezekiel第45章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 167

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 1250, 2049, 2362, 2851, 3301, 3706, 3708...

Apocalypse Revealed 36, 191, 671, 861, 904, 945

Conjugial Love 26

Divine Providence 134

The Lord 28, 39, 52

Faith 54

Heaven and Hell 171, 197

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4

翻译:
分享: