Ezekiel第43章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第42章   Ezekiel第44章 →

1 και ηγαγεν με επι την πυλην την βλεπουσαν κατα ανατολας και εξηγαγεν με

2 και ιδου δοξα θεου ισραηλ ηρχετο κατα την οδον της πυλης της βλεπουσης προς ανατολας και φωνη της παρεμβολης ως φωνη διπλασιαζοντων πολλων και η γη εξελαμπεν ως φεγγος απο της δοξης κυκλοθεν

3 και η ορασις ην ειδον κατα την ορασιν ην ειδον οτε εισεπορευομην του χρισαι την πολιν και η ορασις του αρματος ου ειδον κατα την ορασιν ην ειδον επι του ποταμου του χοβαρ και πιπτω επι προσωπον μου

4 και δοξα κυριου εισηλθεν εις τον οικον κατα την οδον της πυλης της βλεπουσης κατα ανατολας

5 και ανελαβεν με πνευμα και εισηγαγεν με εις την αυλην την εσωτεραν και ιδου πληρης δοξης κυριου ο οικος

6 και εστην και ιδου φωνη εκ του οικου λαλουντος προς με και ο ανηρ ειστηκει εχομενος μου

7 και ειπεν προς με εωρακας υιε ανθρωπου τον τοπον του θρονου μου και τον τοπον του ιχνους των ποδων μου εν οις κατασκηνωσει το ονομα μου εν μεσω οικου ισραηλ τον αιωνα και ου βεβηλωσουσιν ουκετι οικος ισραηλ το ονομα το αγιον μου αυτοι και οι ηγουμενοι αυτων εν τη πορνεια αυτων και εν τοις φονοις των ηγουμενων εν μεσω αυτων

8 εν τω τιθεναι αυτους το προθυρον μου εν τοις προθυροις αυτων και τας φλιας μου εχομενας των φλιων αυτων και εδωκαν τον τοιχον μου ως συνεχομενον εμου και αυτων και εβεβηλωσαν το ονομα το αγιον μου εν ταις ανομιαις αυτων αις εποιουν και εξετριψα αυτους εν θυμω μου και εν φονω

9 και νυν απωσασθωσαν την πορνειαν αυτων και τους φονους των ηγουμενων αυτων απ' εμου και κατασκηνωσω εν μεσω αυτων τον αιωνα

10 και συ υιε ανθρωπου δειξον τω οικω ισραηλ τον οικον και κοπασουσιν απο των αμαρτιων αυτων και την ορασιν αυτου και την διαταξιν αυτου

11 και αυτοι λημψονται την κολασιν αυτων περι παντων ων εποιησαν και διαγραψεις τον οικον και τας εξοδους αυτου και την υποστασιν αυτου και παντα τα προσταγματα αυτου και παντα τα νομιμα αυτου γνωριεις αυτοις και διαγραψεις εναντιον αυτων και φυλαξονται παντα τα δικαιωματα μου και παντα τα προσταγματα μου και ποιησουσιν αυτα

12 και την διαγραφην του οικου επι της κορυφης του ορους παντα τα ορια αυτου κυκλοθεν αγια αγιων

13 και ταυτα τα μετρα του θυσιαστηριου εν πηχει του πηχεος και παλαιστης κολπωμα βαθος επι πηχυν και πηχυς το ευρος και γεισος επι το χειλος αυτου κυκλοθεν σπιθαμης και τουτο το υψος του θυσιαστηριου

14 εκ βαθους της αρχης του κοιλωματος αυτου προς το ιλαστηριον το μεγα το υποκατωθεν πηχων δυο και το ευρος πηχεος και απο του ιλαστηριου του μικρου επι το ιλαστηριον το μεγα πηχεις τεσσαρες και ευρος πηχυς

15 και το αριηλ πηχων τεσσαρων και απο του αριηλ και υπερανω των κερατων πηχυς

16 και το αριηλ πηχων δωδεκα μηκους επι πηχεις δωδεκα πλατους τετραγωνον επι τα τεσσαρα μερη αυτου

17 και το ιλαστηριον πηχων δεκα τεσσαρων το μηκος επι πηχεις δεκα τεσσαρας το ευρος επι τεσσαρα μερη αυτου και το γεισος αυτω κυκλοθεν κυκλουμενον αυτω ημισυ πηχεος και το κυκλωμα αυτου πηχυς κυκλοθεν και οι κλιμακτηρες αυτου βλεποντες κατ' ανατολας

18 και ειπεν προς με υιε ανθρωπου ταδε λεγει κυριος ο θεος ισραηλ ταυτα τα προσταγματα του θυσιαστηριου εν ημερα ποιησεως αυτου του αναφερειν επ' αυτου ολοκαυτωματα και προσχεειν προς αυτο αιμα

19 και δωσεις τοις ιερευσι τοις λευιταις τοις εκ του σπερματος σαδδουκ τοις εγγιζουσι προς με λεγει κυριος ο θεος του λειτουργειν μοι μοσχον εκ βοων περι αμαρτιας

20 και λημψονται εκ του αιματος αυτου και επιθησουσιν επι τα τεσσαρα κερατα του θυσιαστηριου και επι τας τεσσαρας γωνιας του ιλαστηριου και επι την βασιν κυκλω και εξιλασονται αυτο

21 και λημψονται τον μοσχον τον περι αμαρτιας και κατακαυθησεται εν τω αποκεχωρισμενω του οικου εξωθεν των αγιων

22 και τη ημερα τη δευτερα λημψονται εριφους δυο αιγων αμωμους υπερ αμαρτιας και εξιλασονται το θυσιαστηριον καθοτι εξιλασαντο εν τω μοσχω

23 και μετα το συντελεσαι σε τον εξιλασμον προσοισουσι μοσχον εκ βοων αμωμον και κριον εκ προβατων αμωμον

24 και προσοισετε εναντιον κυριου και επιρριψουσιν οι ιερεις επ' αυτα αλα και ανοισουσιν αυτα ολοκαυτωματα τω κυριω

25 επτα ημερας ποιησεις εριφον υπερ αμαρτιας καθ' ημεραν και μοσχον εκ βοων και κριον εκ προβατων αμωμα ποιησουσιν

26 επτα ημερας και εξιλασονται το θυσιαστηριον και καθαριουσιν αυτο και πλησουσιν χειρας αυτων

27 και εσται απο της ημερας της ογδοης και επεκεινα ποιησουσιν οι ιερεις επι το θυσιαστηριον τα ολοκαυτωματα υμων και τα του σωτηριου υμων και προσδεξομαι υμας λεγει κυριος

← Ezekiel第42章   Ezekiel第44章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 166

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 101, 1250, 2830, 2851, 3708, 3858, 4482...

Apocalypse Revealed 36, 50, 191, 486, 487, 614, 861...

Conjugial Love 26

Divine Providence 134

The Lord 28, 39, 52

Heaven and Hell 171, 197

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: