Ezekiel第41章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第40章   Ezekiel第42章 →

1 και εισηγαγεν με εις τον ναον ω διεμετρησεν το αιλαμ πηχων εξ το πλατος ενθεν και πηχων εξ το ευρος του αιλαμ ενθεν

2 και το ευρος του πυλωνος πηχων δεκα και επωμιδες του πυλωνος πηχων πεντε ενθεν και πηχων πεντε ενθεν και διεμετρησεν το μηκος αυτου πηχων τεσσαρακοντα και το ευρος πηχων εικοσι

3 και εισηλθεν εις την αυλην την εσωτεραν και διεμετρησεν το αιλ του θυρωματος πηχων δυο και το θυρωμα πηχων εξ και τας επωμιδας του θυρωματος πηχων επτα ενθεν και πηχων επτα ενθεν

4 και διεμετρησεν το μηκος των θυρων πηχων τεσσαρακοντα και ευρος πηχων εικοσι κατα προσωπον του ναου και ειπεν τουτο το αγιον των αγιων

5 και διεμετρησεν τον τοιχον του οικου πηχων εξ και το ευρος της πλευρας πηχων τεσσαρων κυκλοθεν

6 και τα πλευρα πλευρον επι πλευρον τριακοντα και τρεις δις και διαστημα εν τω τοιχω του οικου εν τοις πλευροις κυκλω του ειναι τοις επιλαμβανομενοις οραν οπως το παραπαν μη απτωνται των τοιχων του οικου

7 και το ευρος της ανωτερας των πλευρων κατα το προσθεμα εκ του τοιχου προς την ανωτεραν κυκλω του οικου οπως διαπλατυνηται ανωθεν και εκ των κατωθεν αναβαινωσιν επι τα υπερωα και εκ των μεσων επι τα τριωροφα

8 και το θραελ του οικου υψος κυκλω διαστημα των πλευρων ισον τω καλαμω πηχεων εξ διαστημα

9 και ευρος του τοιχου της πλευρας εξωθεν πηχων πεντε και τα απολοιπα ανα μεσον των πλευρων του οικου

10 και ανα μεσον των εξεδρων ευρος πηχων εικοσι το περιφερες τω οικω κυκλω

11 και αι θυραι των εξεδρων επι το απολοιπον της θυρας της μιας της προς βορραν και η θυρα η μια προς νοτον και το ευρος του φωτος του απολοιπου πηχων πεντε πλατος κυκλοθεν

12 και το διοριζον κατα προσωπον του απολοιπου ως προς θαλασσαν πηχων εβδομηκοντα πλατος του τοιχου του διοριζοντος πηχεων πεντε ευρος κυκλοθεν και μηκος αυτου πηχεων ενενηκοντα

13 και διεμετρησεν κατεναντι του οικου μηκος πηχων εκατον και τα απολοιπα και τα διοριζοντα και οι τοιχοι αυτων μηκος πηχων εκατον

14 και το ευρος κατα προσωπον του οικου και τα απολοιπα κατεναντι πηχων εκατον

15 και διεμετρησεν μηκος του διοριζοντος κατα προσωπον του απολοιπου των κατοπισθεν του οικου εκεινου και τα απολοιπα ενθεν και ενθεν πηχεων εκατον το μηκος και ο ναος και αι γωνιαι και το αιλαμ το εξωτερον

16 πεφατνωμενα και αι θυριδες δικτυωται υποφαυσεις κυκλω τοις τρισιν ωστε διακυπτειν και ο οικος και τα πλησιον εξυλωμενα κυκλω και το εδαφος και εκ του εδαφους εως των θυριδων και αι θυριδες αναπτυσσομεναι τρισσως εις το διακυπτειν

17 και εως πλησιον της εσωτερας και εως της εξωτερας και εφ' ολον τον τοιχον κυκλω εν τω εσωθεν και εν τω εξωθεν

18 γεγλυμμενα χερουβιν και φοινικες ανα μεσον χερουβ και χερουβ δυο προσωπα τω χερουβ

19 προσωπον ανθρωπου προς τον φοινικα ενθεν και ενθεν και προσωπον λεοντος προς τον φοινικα ενθεν και ενθεν διαγεγλυμμενος ολος ο οικος κυκλοθεν

20 εκ του εδαφους εως του φατνωματος τα χερουβιν και οι φοινικες διαγεγλυμμενοι

21 και το αγιον και ο ναος αναπτυσσομενος τετραγωνα κατα προσωπον των αγιων ορασις ως οψις

22 θυσιαστηριου ξυλινου πηχων τριων το υψος αυτου και το μηκος πηχων δυο και το ευρος πηχων δυο και κερατα ειχεν και η βασις αυτου και οι τοιχοι αυτου ξυλινοι και ειπεν προς με αυτη η τραπεζα η προ προσωπου κυριου

23 και δυο θυρωματα τω ναω και τω αγιω

24 δυο θυρωματα τοις δυσι θυρωμασι τοις στροφωτοις δυο θυρωματα τω ενι και δυο θυρωματα τη θυρα τη δευτερα

25 και γλυφη επ' αυτων και επι τα θυρωματα του ναου χερουβιν και φοινικες κατα την γλυφην των αγιων και σπουδαια ξυλα κατα προσωπον του αιλαμ εξωθεν

26 και θυριδες κρυπται και διεμετρησεν ενθεν και ενθεν εις τα οροφωματα του αιλαμ και τα πλευρα του οικου εζυγωμενα

← Ezekiel第40章   Ezekiel第42章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 164

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 648, 3391, 3708, 3858, 4482, 5291, 6367...

Apocalypse Revealed 36, 191, 239, 367, 486, 861, 904...

Conjugial Love 26

Divine Providence 134

The Lord 52

Sacred Scripture 97

Heaven and Hell 171, 197

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: