Ezekiel第40章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第39章   Ezekiel第41章 →

1 και εγενετο εν τω πεμπτω και εικοστω ετει της αιχμαλωσιας ημων εν τω πρωτω μηνι δεκατη του μηνος εν τω τεσσαρεσκαιδεκατω ετει μετα το αλωναι την πολιν εν τη ημερα εκεινη εγενετο επ' εμε χειρ κυριου και ηγαγεν με

2 εν ορασει θεου εις την γην του ισραηλ και εθηκεν με επ' ορους υψηλου σφοδρα και επ' αυτου ωσει οικοδομη πολεως απεναντι

3 και εισηγαγεν με εκει και ιδου ανηρ και η ορασις αυτου ην ωσει ορασις χαλκου στιλβοντος και εν τη χειρι αυτου ην σπαρτιον οικοδομων και καλαμος μετρου και αυτος ειστηκει επι της πυλης

4 και ειπεν προς με ο ανηρ εωρακας υιε ανθρωπου εν τοις οφθαλμοις σου ιδε και εν τοις ωσιν σου ακουε και ταξον εις την καρδιαν σου παντα οσα εγω δεικνυω σοι διοτι ενεκα του δειξαι σοι εισεληλυθας ωδε και δειξεις παντα οσα συ ορας τω οικω του ισραηλ

5 και ιδου περιβολος εξωθεν του οικου κυκλω και εν τη χειρι του ανδρος καλαμος το μετρον πηχων εξ εν πηχει και παλαιστης και διεμετρησεν το προτειχισμα πλατος ισον τω καλαμω και το υψος αυτου ισον τω καλαμω

6 και εισηλθεν εις την πυλην την βλεπουσαν κατα ανατολας εν επτα αναβαθμοις και διεμετρησεν το αιλαμ της πυλης ισον τω καλαμω

7 και το θεε ισον τω καλαμω το μηκος και ισον τω καλαμω το πλατος και το αιλαμ ανα μεσον του θαιηλαθα πηχων εξ και το θεε το δευτερον ισον τω καλαμω το πλατος και ισον τω καλαμω το μηκος και το αιλαμ πηχεων πεντε

8 και το θεε το τριτον ισον τω καλαμω το πλατος και ισον τω καλαμω το μηκος

9 και το αιλαμ του πυλωνος πλησιον του αιλαμ της πυλης πηχων οκτω και τα αιλευ πηχων δυο και το αιλαμ της πυλης εσωθεν

10 και τα θεε της πυλης θεε κατεναντι τρεις ενθεν και τρεις ενθεν και μετρον εν τοις τρισιν και μετρον εν τοις αιλαμ ενθεν και ενθεν

11 και διεμετρησεν το πλατος της θυρας του πυλωνος πηχων δεκα και το ευρος του πυλωνος πηχων δεκα τριων

12 και πηχυς επισυναγομενος επι προσωπον των θειμ ενθεν και ενθεν και το θεε πηχων εξ ενθεν και πηχων εξ ενθεν

13 και διεμετρησεν την πυλην απο του τοιχου του θεε επι τον τοιχον του θεε πλατος πηχεις εικοσι πεντε αυτη πυλη επι πυλην

14 και το αιθριον του αιλαμ της πυλης εξηκοντα πηχεις εικοσι θειμ της πυλης κυκλω

15 και το αιθριον της πυλης εξωθεν εις το αιθριον αιλαμ της πυλης εσωθεν πηχων πεντηκοντα

16 και θυριδες κρυπται επι τα θειμ και επι τα αιλαμ εσωθεν της πυλης της αυλης κυκλοθεν και ωσαυτως τοις αιλαμ θυριδες κυκλω εσωθεν και επι το αιλαμ φοινικες ενθεν και ενθεν

17 και εισηγαγεν με εις την αυλην την εσωτεραν και ιδου παστοφορια και περιστυλα κυκλω της αυλης τριακοντα παστοφορια εν τοις περιστυλοις

18 και αι στοαι κατα νωτου των πυλων κατα το μηκος των πυλων το περιστυλον το υποκατω

19 και διεμετρησεν το πλατος της αυλης απο του αιθριου της πυλης της εξωτερας εσωθεν επι το αιθριον της πυλης της βλεπουσης εξω πηχεις εκατον της βλεπουσης κατ' ανατολας και εισηγαγεν με επι βορραν

20 και ιδου πυλη βλεπουσα προς βορραν τη αυλη τη εξωτερα και διεμετρησεν αυτην το τε μηκος αυτης και το πλατος

21 και τα θεε τρεις ενθεν και τρεις ενθεν και τα αιλευ και τα αιλαμμω και τους φοινικας αυτης και εγενετο κατα τα μετρα της πυλης της βλεπουσης κατα ανατολας πηχων πεντηκοντα το μηκος αυτης και πηχων εικοσι πεντε το ευρος αυτης

22 και αι θυριδες αυτης και τα αιλαμμω και οι φοινικες αυτης καθως η πυλη η βλεπουσα κατα ανατολας και εν επτα κλιμακτηρσιν ανεβαινον επ' αυτην και τα αιλαμμω εσωθεν

23 και πυλη τη αυλη τη εσωτερα βλεπουσα επι πυλην του βορρα ον τροπον της πυλης της βλεπουσης κατα ανατολας και διεμετρησεν την αυλην απο πυλης επι πυλην πηχεις εκατον

24 και ηγαγεν με κατα νοτον και ιδου πυλη βλεπουσα προς νοτον και διεμετρησεν αυτην και τα θεε και τα αιλευ και τα αιλαμμω κατα τα μετρα ταυτα

25 και αι θυριδες αυτης και τα αιλαμμω κυκλοθεν καθως αι θυριδες του αιλαμ πηχων πεντηκοντα το μηκος αυτης και πηχων εικοσι πεντε το ευρος αυτης

26 και επτα κλιμακτηρες αυτη και αιλαμμω εσωθεν και φοινικες αυτη εις ενθεν και εις ενθεν επι τα αιλευ

27 και πυλη κατεναντι πυλης της αυλης της εσωτερας προς νοτον και διεμετρησεν την αυλην απο πυλης επι πυλην πηχεις εκατον το ευρος προς νοτον

28 και εισηγαγεν με εις την αυλην την εσωτεραν της πυλης της προς νοτον και διεμετρησεν την πυλην κατα τα μετρα ταυτα

29 και τα θεε και τα αιλευ και τα αιλαμμω κατα τα μετρα ταυτα και θυριδες αυτη και τω αιλαμμω κυκλω πηχεις πεντηκοντα το μηκος αυτης και το ευρος πηχεις εικοσι πεντε

31 και αιλαμμω εις την αυλην την εξωτεραν και φοινικες τω αιλευ και οκτω κλιμακτηρες

32 και εισηγαγεν με εις την πυλην την βλεπουσαν κατα ανατολας και διεμετρησεν αυτην κατα τα μετρα ταυτα

33 και τα θεε και τα αιλευ και τα αιλαμμω κατα τα μετρα ταυτα και θυριδες αυτη και τω αιλαμμω κυκλω πηχεις πεντηκοντα μηκος αυτης και ευρος πηχεις εικοσι πεντε

34 και αιλαμμω εις την αυλην την εσωτεραν και φοινικες επι του αιλευ ενθεν και ενθεν και οκτω κλιμακτηρες αυτη

35 και εισηγαγεν με εις την πυλην την προς βορραν και διεμετρησεν κατα τα μετρα ταυτα

36 και τα θεε και τα αιλευ και τα αιλαμμω και θυριδες αυτη κυκλω και τω αιλαμμω αυτης πηχεις πεντηκοντα μηκος αυτης και ευρος πηχεις εικοσι πεντε

37 και τα αιλαμμω εις την αυλην την εξωτεραν και φοινικες τω αιλευ ενθεν και ενθεν και οκτω κλιμακτηρες αυτη

38 τα παστοφορια αυτης και τα θυρωματα αυτης και τα αιλαμμω αυτης επι της πυλης

39 της δευτερας εκρυσις οπως σφαζωσιν εν αυτη τα υπερ αμαρτιας και υπερ αγνοιας

40 και κατα νωτου του ροακος των ολοκαυτωματων της βλεπουσης προς βορραν δυο τραπεζαι προς ανατολας και κατα νωτου της δευτερας και του αιλαμ της πυλης δυο τραπεζαι κατα ανατολας

41 τεσσαρες ενθεν και τεσσαρες ενθεν κατα νωτου της πυλης επ' αυτας σφαξουσι τα θυματα κατεναντι των οκτω τραπεζων των θυματων

42 και τεσσαρες τραπεζαι των ολοκαυτωματων λιθιναι λελαξευμεναι πηχεος και ημισους το πλατος και πηχεων δυο και ημισους το μηκος και επι πηχυν το υψος επ' αυτας επιθησουσιν τα σκευη εν οις σφαζουσιν εκει τα ολοκαυτωματα και τα θυματα

43 και παλαιστην εξουσιν γεισος λελαξευμενον εσωθεν κυκλω και επι τας τραπεζας επανωθεν στεγας του καλυπτεσθαι απο του υετου και απο της ξηρασιας

44 και εισηγαγεν με εις την αυλην την εσωτεραν και ιδου δυο εξεδραι εν τη αυλη τη εσωτερα μια κατα νωτου της πυλης της βλεπουσης προς βορραν φερουσα προς νοτον και μια κατα νωτου της πυλης της προς νοτον βλεπουσης δε προς βορραν

45 και ειπεν προς με η εξεδρα αυτη η βλεπουσα προς νοτον τοις ιερευσι τοις φυλασσουσι την φυλακην του οικου

46 και η εξεδρα η βλεπουσα προς βορραν τοις ιερευσι τοις φυλασσουσι την φυλακην του θυσιαστηριου εκεινοι εισιν οι υιοι σαδδουκ οι εγγιζοντες εκ του λευι προς κυριον λειτουργειν αυτω

47 και διεμετρησεν την αυλην μηκος πηχεων εκατον και ευρος πηχεων εκατον επι τα τεσσαρα μερη αυτης και το θυσιαστηριον απεναντι του οικου

48 και εισηγαγεν με εις το αιλαμ του οικου και διεμετρησεν το αιλ του αιλαμ πηχων πεντε το πλατος ενθεν και πηχων πεντε ενθεν και το ευρος του θυρωματος πηχων δεκα τεσσαρων και επωμιδες της θυρας του αιλαμ πηχων τριων ενθεν και πηχων τριων ενθεν

49 και το μηκος του αιλαμ πηχων εικοσι και το ευρος πηχων δωδεκα και επι δεκα αναβαθμων ανεβαινον επ' αυτο και στυλοι ησαν επι το αιλαμ εις ενθεν και εις ενθεν

← Ezekiel第39章   Ezekiel第41章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 163

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 648, 655, 737, 1458, 2788, 2851, 3391...

Apocalypse Revealed 36, 191, 194, 486, 487, 610, 671...

Conjugial Love 26

Divine Providence 134

The Lord 28, 52

Heaven and Hell 171, 197

True Christian Religion 157

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: