Ezekiel第32章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第31章   Ezekiel第33章 →

1 και εγενετο εν τω ενδεκατω ετει εν τω δωδεκατω μηνι μια του μηνος εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου λαβε θρηνον επι φαραω βασιλεα αιγυπτου και ερεις αυτω λεοντι εθνων ωμοιωθης και συ ως δρακων ο εν τη θαλασση και εκερατιζες τοις ποταμοις σου και εταρασσες υδωρ τοις ποσιν σου και κατεπατεις τους ποταμους σου

3 ταδε λεγει κυριος και περιβαλω επι σε δικτυα λαων πολλων και αναξω σε εν τω αγκιστρω μου

4 και εκτενω σε επι την γην πεδια πλησθησεται σου και επικαθιω επι σε παντα τα πετεινα του ουρανου και εμπλησω εκ σου παντα τα θηρια πασης της γης

5 και δωσω τας σαρκας σου επι τα ορη και εμπλησω απο του αιματος σου

6 και ποτισθησεται η γη απο των προχωρηματων σου απο του πληθους σου επι των ορεων φαραγγας εμπλησω απο σου

7 και κατακαλυψω εν τω σβεσθηναι σε ουρανον και συσκοτασω τα αστρα αυτου ηλιον εν νεφελη καλυψω και σεληνη ου μη φανη το φως αυτης

8 παντα τα φαινοντα φως εν τω ουρανω συσκοτασουσιν επι σε και δωσω σκοτος επι την γην σου λεγει κυριος κυριος

9 και παροργιω καρδιαν λαων πολλων ηνικα αν αγω αιχμαλωσιαν σου εις τα εθνη εις γην ην ουκ εγνως

10 και στυγνασουσιν επι σε εθνη πολλα και οι βασιλεις αυτων εκστασει εκστησονται εν τω πετασθαι την ρομφαιαν μου επι προσωπα αυτων προσδεχομενοι την πτωσιν αυτων αφ' ημερας πτωσεως σου

11 οτι ταδε λεγει κυριος ρομφαια βασιλεως βαβυλωνος ηξει σοι

12 εν μαχαιραις γιγαντων και καταβαλω την ισχυν σου λοιμοι απο εθνων παντες και απολουσι την υβριν αιγυπτου και συντριβησεται πασα η ισχυς αυτης

13 και απολω παντα τα κτηνη αυτης αφ' υδατος πολλου και ου μη ταραξη αυτο ετι πους ανθρωπου και ιχνος κτηνων ου μη καταπατηση αυτο

14 ουτως τοτε ησυχασει τα υδατα αυτων και οι ποταμοι αυτων ως ελαιον πορευσονται λεγει κυριος

15 οταν δω αιγυπτον εις απωλειαν και ερημωθη η γη συν τη πληρωσει αυτης οταν διασπειρω παντας τους κατοικουντας εν αυτη και γνωσονται οτι εγω ειμι κυριος

16 θρηνος εστιν και θρηνησεις αυτον και αι θυγατερες των εθνων θρηνησουσιν αυτον επ' αιγυπτον και επι πασαν την ισχυν αυτης θρηνησουσιν αυτην λεγει κυριος κυριος

17 και εγενηθη εν τω δωδεκατω ετει του πρωτου μηνος πεντεκαιδεκατη του μηνος εγενετο λογος κυριου προς με λεγων

18 υιε ανθρωπου θρηνησον επι την ισχυν αιγυπτου και καταβιβασουσιν αυτης τας θυγατερας τα εθνη νεκρας εις το βαθος της γης προς τους καταβαινοντας εις βοθρον

20 εν μεσω τραυματιων μαχαιρας πεσουνται μετ' αυτου και κοιμηθησεται πασα η ισχυς αυτου

21 και ερουσιν σοι οι γιγαντες εν βαθει βοθρου γινου τινος κρειττων ει καταβηθι και κοιμηθητι μετα απεριτμητων εν μεσω τραυματιων μαχαιρας

22 εκει ασσουρ και πασα η συναγωγη αυτου παντες τραυματιαι εκει εδοθησαν και η ταφη αυτων εν βαθει βοθρου και εγενηθη η συναγωγη αυτου περικυκλω του μνηματος αυτου παντες οι τραυματιαι οι πεπτωκοτες μαχαιρα

23 οι δοντες τον φοβον αυτων επι γης ζωης

24 εκει αιλαμ και πασα η δυναμις αυτου περικυκλω του μνηματος αυτου παντες οι τραυματιαι οι πεπτωκοτες μαχαιρα και οι καταβαινοντες απεριτμητοι εις γης βαθος οι δεδωκοτες αυτων φοβον επι γης ζωης και ελαβοσαν την βασανον αυτων μετα των καταβαινοντων εις βοθρον

25 εν μεσω τραυματιων

26 εκει εδοθησαν μοσοχ και θοβελ και πασα η ισχυς αυτων περικυκλω του μνηματος αυτου παντες τραυματιαι αυτου παντες απεριτμητοι τραυματιαι απο μαχαιρας οι δεδωκοτες τον φοβον αυτων επι γης ζωης

27 και εκοιμηθησαν μετα των γιγαντων των πεπτωκοτων απο αιωνος οι κατεβησαν εις αδου εν οπλοις πολεμικοις και εθηκαν τας μαχαιρας αυτων υπο τας κεφαλας αυτων και εγενηθησαν αι ανομιαι αυτων επι των οστων αυτων οτι εξεφοβησαν γιγαντας εν γη ζωης

28 και συ εν μεσω απεριτμητων κοιμηθηση μετα τετραυματισμενων μαχαιρα

29 εκει εδοθησαν οι αρχοντες ασσουρ οι δοντες την ισχυν αυτου εις τραυμα μαχαιρας ουτοι μετα τραυματιων εκοιμηθησαν μετα καταβαινοντων εις βοθρον

30 εκει οι αρχοντες του βορρα παντες στρατηγοι ασσουρ οι καταβαινοντες τραυματιαι συν τω φοβω αυτων και τη ισχυι αυτων εκοιμηθησαν απεριτμητοι μετα τραυματιων μαχαιρας και απηνεγκαν την βασανον αυτων μετα των καταβαινοντων εις βοθρον

31 εκεινους οψεται βασιλευς φαραω και παρακληθησεται επι πασαν την ισχυν αυτων λεγει κυριος κυριος

32 οτι δεδωκα τον φοβον αυτου επι γης ζωης και κοιμηθησεται εν μεσω απεριτμητων μετα τραυματιων μαχαιρας φαραω και παν το πληθος αυτου λεγει κυριος κυριος

← Ezekiel第31章   Ezekiel第33章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 155

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 31, 42, 290, 1151, 1186, 1201, 1808...

Apocalypse Revealed 49, 51, 52, 53, 285, 312, 413...

Brief Exposition of Doctrine 78

The Lord 28

Sacred Scripture 14

Faith 54

Heaven and Hell 119

True Christian Religion 198

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: