Ezekiel第31章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第30章   Ezekiel第32章 →

1 και εγενετο εν τω ενδεκατω ετει εν τω τριτω μηνι μια του μηνος εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου ειπον προς φαραω βασιλεα αιγυπτου και τω πληθει αυτου τινι ωμοιωσας σεαυτον εν τω υψει σου

3 ιδου ασσουρ κυπαρισσος εν τω λιβανω και καλος ταις παραφυασιν και υψηλος τω μεγεθει εις μεσον νεφελων εγενετο η αρχη αυτου

4 υδωρ εξεθρεψεν αυτον η αβυσσος υψωσεν αυτον τους ποταμους αυτης ηγαγεν κυκλω των φυτων αυτου και τα συστεματα αυτης εξαπεστειλεν εις παντα τα ξυλα του πεδιου

5 ενεκεν τουτου υψωθη το μεγεθος αυτου παρα παντα τα ξυλα του πεδιου και επλατυνθησαν οι κλαδοι αυτου αφ' υδατος πολλου

6 εν ταις παραφυασιν αυτου ενοσσευσαν παντα τα πετεινα του ουρανου και υποκατω των κλαδων αυτου εγεννωσαν παντα τα θηρια του πεδιου εν τη σκια αυτου κατωκησεν παν πληθος εθνων

7 και εγενετο καλος εν τω υψει αυτου δια το πληθος των κλαδων αυτου οτι εγενηθησαν αι ριζαι αυτου εις υδωρ πολυ

8 κυπαρισσοι τοιαυται ουκ εγενηθησαν εν τω παραδεισω του θεου και πιτυες ουχ ομοιαι ταις παραφυασιν αυτου και ελαται ουκ εγενοντο ομοιαι τοις κλαδοις αυτου παν ξυλον εν τω παραδεισω του θεου ουχ ωμοιωθη αυτω εν τω καλλει αυτου

9 δια το πληθος των κλαδων αυτου και εζηλωσεν αυτον τα ξυλα του παραδεισου της τρυφης του θεου

10 δια τουτο ταδε λεγει κυριος ανθ' ων εγενου μεγας τω μεγεθει και εδωκας την αρχην σου εις μεσον νεφελων και ειδον εν τω υψωθηναι αυτον

11 και παρεδωκα αυτον εις χειρας αρχοντος εθνων και εποιησεν την απωλειαν αυτου

12 και εξωλεθρευσαν αυτον αλλοτριοι λοιμοι απο εθνων και κατεβαλον αυτον επι των ορεων εν πασαις ταις φαραγξιν επεσαν οι κλαδοι αυτου και συνετριβη τα στελεχη αυτου εν παντι πεδιω της γης και κατεβησαν απο της σκεπης αυτων παντες οι λαοι των εθνων και ηδαφισαν αυτον

13 επι την πτωσιν αυτου ανεπαυσαντο παντα τα πετεινα του ουρανου και επι τα στελεχη αυτου εγενοντο παντα τα θηρια του αγρου

14 οπως μη υψωθωσιν εν τω μεγεθει αυτων παντα τα ξυλα τα εν τω υδατι και ουκ εδωκαν την αρχην αυτων εις μεσον νεφελων και ουκ εστησαν εν τω υψει αυτων προς αυτα παντες οι πινοντες υδωρ παντες εδοθησαν εις θανατον εις γης βαθος εν μεσω υιων ανθρωπων προς καταβαινοντας εις βοθρον

15 ταδε λεγει κυριος κυριος εν η ημερα κατεβη εις αδου επενθησεν αυτον η αβυσσος και επεστησα τους ποταμους αυτης και εκωλυσα πληθος υδατος και εσκοτασεν επ' αυτον ο λιβανος παντα τα ξυλα του πεδιου επ' αυτω εξελυθησαν

16 απο της φωνης της πτωσεως αυτου εσεισθησαν τα εθνη οτε κατεβιβαζον αυτον εις αδου μετα των καταβαινοντων εις λακκον και παρεκαλουν αυτον εν γη παντα τα ξυλα της τρυφης και τα εκλεκτα του λιβανου παντα τα πινοντα υδωρ

17 και γαρ αυτοι κατεβησαν μετ' αυτου εις αδου εν τοις τραυματιαις απο μαχαιρας και το σπερμα αυτου οι κατοικουντες υπο την σκεπην αυτου εν μεσω της ζωης αυτων απωλοντο

18 τινι ωμοιωθης καταβηθι και καταβιβασθητι μετα των ξυλων της τρυφης εις γης βαθος εν μεσω απεριτμητων κοιμηθηση μετα τραυματιων μαχαιρας ουτως φαραω και το πληθος της ισχυος αυτου λεγει κυριος κυριος

← Ezekiel第30章   Ezekiel第32章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 154

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 46, 108, 119, 130, 756, 776, 908...

Apocalypse Revealed 90, 312, 409, 503, 567, 757

Divine Love and Wisdom 325

The Lord 4, 28

Faith 54

True Christian Religion 467

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: