Ezekiel第29章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第28章   Ezekiel第30章 →

1 εν τω ετει τω δεκατω εν τω δεκατω μηνι μια του μηνος εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου στηρισον το προσωπον σου επι φαραω βασιλεα αιγυπτου και προφητευσον επ' αυτον και επ' αιγυπτον ολην

3 και ειπον ταδε λεγει κυριος ιδου εγω επι φαραω τον δρακοντα τον μεγαν τον εγκαθημενον εν μεσω ποταμων αυτου τον λεγοντα εμοι εισιν οι ποταμοι και εγω εποιησα αυτους

4 και εγω δωσω παγιδας εις τας σιαγονας σου και προσκολλησω τους ιχθυς του ποταμου σου προς τας πτερυγας σου και αναξω σε εκ μεσου του ποταμου σου και παντας τους ιχθυας του ποταμου σου

5 και καταβαλω σε εν ταχει και παντας τους ιχθυας του ποταμου σου επι προσωπον του πεδιου πεση και ου μη συναχθης και ου μη περισταλης τοις θηριοις της γης και τοις πετεινοις του ουρανου δεδωκα σε εις καταβρωμα

6 και γνωσονται παντες οι κατοικουντες αιγυπτον οτι εγω ειμι κυριος ανθ' ων εγενηθης ραβδος καλαμινη τω οικω ισραηλ

7 οτε επελαβοντο σου τη χειρι αυτων εθλασθης και οτε επεκρατησεν επ' αυτους πασα χειρ και οτε επανεπαυσαντο επι σε συνετριβης και συνεκλασας αυτων πασαν οσφυν

8 δια τουτο ταδε λεγει κυριος ιδου εγω επαγω επι σε ρομφαιαν και απολω ανθρωπους απο σου και κτηνη

9 και εσται η γη αιγυπτου απωλεια και ερημος και γνωσονται οτι εγω ειμι κυριος αντι του λεγειν σε οι ποταμοι εμοι εισιν και εγω εποιησα αυτους

10 δια τουτο ιδου εγω επι σε και επι παντας τους ποταμους σου και δωσω γην αιγυπτου εις ερημον και ρομφαιαν και απωλειαν απο μαγδωλου και συηνης και εως οριων αιθιοπων

11 ου μη διελθη εν αυτη πους ανθρωπου και πους κτηνους ου μη διελθη αυτην και ου κατοικηθησεται τεσσαρακοντα ετη

12 και δωσω την γην αυτης απωλειαν εν μεσω γης ηρημωμενης και αι πολεις αυτης εν μεσω πολεων ηρημωμενων εσονται τεσσαρακοντα ετη και διασπερω αιγυπτον εν τοις εθνεσιν και λικμησω αυτους εις τας χωρας

13 ταδε λεγει κυριος μετα τεσσαρακοντα ετη συναξω τους αιγυπτιους απο των εθνων ου διεσκορπισθησαν εκει

14 και αποστρεψω την αιχμαλωσιαν των αιγυπτιων και κατοικισω αυτους εν γη παθουρης εν τη γη οθεν ελημφθησαν και εσται αρχη ταπεινη

15 παρα πασας τας αρχας ου μη υψωθη ετι επι τα εθνη και ολιγοστους αυτους ποιησω του μη ειναι αυτους πλειονας εν τοις εθνεσιν

16 και ουκετι εσονται τω οικω ισραηλ εις ελπιδα αναμιμνησκουσαν ανομιαν εν τω αυτους ακολουθησαι οπισω αυτων και γνωσονται οτι εγω ειμι κυριος

17 και εγενετο εν τω εβδομω και εικοστω ετει μια του μηνος του πρωτου εγενετο λογος κυριου προς με λεγων

18 υιε ανθρωπου ναβουχοδονοσορ βασιλευς βαβυλωνος κατεδουλωσατο αυτου την δυναμιν δουλεια μεγαλη επι τυρου πασα κεφαλη φαλακρα και πας ωμος μαδων και μισθος ουκ εγενηθη αυτω και τη δυναμει αυτου επι τυρου και της δουλειας ης εδουλευσαν επ' αυτην

19 ταδε λεγει κυριος κυριος ιδου διδωμι τω ναβουχοδονοσορ βασιλει βαβυλωνος γην αιγυπτου και προνομευσει την προνομην αυτης και σκυλευσει τα σκυλα αυτης και εσται μισθος τη δυναμει αυτου

20 αντι της λειτουργιας αυτου ης εδουλευσεν επι τυρον δεδωκα αυτω γην αιγυπτου ταδε λεγει κυριος κυριος

21 εν τη ημερα εκεινη ανατελει κερας παντι τω οικω ισραηλ και σοι δωσω στομα ανεωγμενον εν μεσω αυτων και γνωσονται οτι εγω ειμι κυριος

← Ezekiel第28章   Ezekiel第30章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 152

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 42, 130, 730, 778, 908, 988, 1085...

Apocalypse Revealed 47, 405, 485, 503, 567, 704, 757...

The Lord 4, 28

Sacred Scripture 35

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: