Ezekiel第22章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第21章   Ezekiel第23章 →

1 και εγενετο λογος κυριου προς με λεγων

2 και συ υιε ανθρωπου ει κρινεις την πολιν των αιματων και παραδειξον αυτη πασας τας ανομιας αυτης

3 και ερεις ταδε λεγει κυριος κυριος ω πολις εκχεουσα αιματα εν μεσω αυτης του ελθειν καιρον αυτης και ποιουσα ενθυμηματα καθ' αυτης του μιαινειν αυτην

4 εν τοις αιμασιν αυτων οις εξεχεας παραπεπτωκας και εν τοις ενθυμημασιν σου οις εποιεις εμιαινου και ηγγισας τας ημερας σου και ηγαγες καιρον ετων σου δια τουτο δεδωκα σε εις ονειδος τοις εθνεσιν και εις εμπαιγμον πασαις ταις χωραις

5 ταις εγγιζουσαις προς σε και ταις μακραν απεχουσαις απο σου και εμπαιξονται εν σοι ακαθαρτος η ονομαστη και πολλη εν ταις ανομιαις

6 ιδου οι αφηγουμενοι οικου ισραηλ εκαστος προς τους συγγενεις αυτου συνανεφυροντο εν σοι οπως εκχεωσιν αιμα

7 πατερα και μητερα εκακολογουν εν σοι και προς τον προσηλυτον ανεστρεφοντο εν αδικιαις εν σοι ορφανον και χηραν κατεδυναστευον εν σοι

8 και τα αγια μου εξουδενουν και τα σαββατα μου εβεβηλουν εν σοι

9 ανδρες λησται εν σοι οπως εκχεωσιν εν σοι αιμα και επι των ορεων ησθοσαν εν σοι ανοσια εποιουν εν μεσω σου

10 αισχυνην πατρος απεκαλυψαν εν σοι και εν ακαθαρσιαις αποκαθημενην εταπεινουν εν σοι

11 εκαστος την γυναικα του πλησιον αυτου ηνομουσαν και εκαστος την νυμφην αυτου εμιαινεν εν ασεβεια και εκαστος την αδελφην αυτου θυγατερα του πατρος αυτου εταπεινουν εν σοι

12 δωρα ελαμβανοσαν εν σοι οπως εκχεωσιν αιμα τοκον και πλεονασμον ελαμβανοσαν εν σοι και συνετελεσω συντελειαν κακιας σου την εν καταδυναστεια εμου δε επελαθου λεγει κυριος

13 εαν δε παταξω χειρα μου προς χειρα μου εφ' οις συντετελεσαι οις εποιησας και επι τοις αιμασιν σου τοις γεγενημενοις εν μεσω σου

14 ει υποστησεται η καρδια σου ει κρατησουσιν αι χειρες σου εν ταις ημεραις αις εγω ποιω εν σοι εγω κυριος λελαληκα και ποιησω

15 και διασκορπιω σε εν τοις εθνεσιν και διασπερω σε εν ταις χωραις και εκλειψει η ακαθαρσια σου εκ σου

16 και κατακληρονομησω εν σοι κατ' οφθαλμους των εθνων και γνωσεσθε διοτι εγω κυριος

17 και εγενετο λογος κυριου προς με λεγων

18 υιε ανθρωπου ιδου γεγονασι μοι ο οικος ισραηλ αναμεμειγμενοι παντες χαλκω και σιδηρω και κασσιτερω και μολιβω εν μεσω αργυριου αναμεμειγμενος εστιν

19 δια τουτο ειπον ταδε λεγει κυριος ανθ' ων εγενεσθε παντες εις συγκρασιν μιαν δια τουτο εγω εισδεχομαι υμας εις μεσον ιερουσαλημ

20 καθως εισδεχεται αργυρος και χαλκος και σιδηρος και κασσιτερος και μολιβος εις μεσον καμινου του εκφυσησαι εις αυτο πυρ του χωνευθηναι ουτως εισδεξομαι υμας εν οργη μου και συναξω και χωνευσω υμας

21 και εκφυσησω εφ' υμας εν πυρι οργης μου και χωνευθησεσθε εν μεσω αυτης

22 ον τροπον χωνευεται αργυριον εν μεσω καμινου ουτως χωνευθησεσθε εν μεσω αυτης και επιγνωσεσθε διοτι εγω κυριος εξεχεα τον θυμον μου εφ' υμας

23 και εγενετο λογος κυριου προς με λεγων

24 υιε ανθρωπου ειπον αυτη συ ει γη η ου βρεχομενη ουδε υετος εγενετο επι σε εν ημερα οργης

25 ης οι αφηγουμενοι εν μεσω αυτης ως λεοντες ωρυομενοι αρπαζοντες αρπαγματα ψυχας κατεσθιοντες εν δυναστεια τιμας λαμβανοντες εν αδικια και αι χηραι σου επληθυνθησαν εν μεσω σου

26 και οι ιερεις αυτης ηθετησαν νομον μου και εβεβηλουν τα αγια μου ανα μεσον αγιου και βεβηλου ου διεστελλον και ανα μεσον ακαθαρτου και του καθαρου ου διεστελλον και απο των σαββατων μου παρεκαλυπτον τους οφθαλμους αυτων και εβεβηλουμην εν μεσω αυτων

27 οι αρχοντες αυτης εν μεσω αυτης ως λυκοι αρπαζοντες αρπαγματα του εκχεαι αιμα οπως πλεονεξια πλεονεκτωσιν

28 και οι προφηται αυτης αλειφοντες αυτους πεσουνται ορωντες ματαια μαντευομενοι ψευδη λεγοντες ταδε λεγει κυριος και κυριος ου λελαληκεν

29 λαον της γης εκπιεζουντες αδικια και διαρπαζοντες αρπαγματα πτωχον και πενητα καταδυναστευοντες και προς τον προσηλυτον ουκ αναστρεφομενοι μετα κριματος

30 και εζητουν εξ αυτων ανδρα αναστρεφομενον ορθως και εστωτα προ προσωπου μου ολοσχερως εν καιρω της γης του μη εις τελος εξαλειψαι αυτην και ουχ ευρον

31 και εξεχεα επ' αυτην θυμον μου εν πυρι οργης μου του συντελεσαι τας οδους αυτων εις κεφαλας αυτων δεδωκα λεγει κυριος κυριος

← Ezekiel第21章   Ezekiel第23章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 145

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 374, 376, 488, 2906, 3400, 3703, 4735...

Apocalypse Revealed 209, 496, 764

The Lord 4, 28

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: