Ezekiel第21章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第20章   Ezekiel第22章 →

1 και εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου στηρισον το προσωπον σου επι θαιμαν και επιβλεψον επι δαρωμ και προφητευσον επι δρυμον ηγουμενον ναγεβ

3 και ερεις τω δρυμω ναγεβ ακουε λογον κυριου ταδε λεγει κυριος κυριος ιδου εγω αναπτω εν σοι πυρ και καταφαγεται εν σοι παν ξυλον χλωρον και παν ξυλον ξηρον ου σβεσθησεται η φλοξ η εξαφθεισα και κατακαυθησεται εν αυτη παν προσωπον απο απηλιωτου εως βορρα

4 και επιγνωσονται πασα σαρξ οτι εγω κυριος εξεκαυσα αυτο και ου σβεσθησεται

5 και ειπα μηδαμως κυριε κυριε αυτοι λεγουσιν προς με ουχι παραβολη εστιν λεγομενη αυτη

6 και εγενετο λογος κυριου προς με λεγων

7 δια τουτο προφητευσον υιε ανθρωπου και στηρισον το προσωπον σου επι ιερουσαλημ και επιβλεψον επι τα αγια αυτων και προφητευσεις επι την γην του ισραηλ

8 και ερεις προς την γην του ισραηλ ιδου εγω προς σε και εκσπασω το εγχειριδιον μου εκ του κολεου αυτου και εξολεθρευσω εκ σου αδικον και ανομον

9 ανθ' ων εξολεθρευσω εκ σου αδικον και ανομον ουτως εξελευσεται το εγχειριδιον μου εκ του κολεου αυτου επι πασαν σαρκα απο απηλιωτου εως βορρα

10 και επιγνωσεται πασα σαρξ διοτι εγω κυριος εξεσπασα το εγχειριδιον μου εκ του κολεου αυτου και ουκ αποστρεψει ουκετι

11 και συ υιε ανθρωπου καταστεναξον εν συντριβη οσφυος σου και εν οδυναις στεναξεις κατ' οφθαλμους αυτων

12 και εσται εαν ειπωσιν προς σε ενεκα τινος συ στεναζεις και ερεις επι τη αγγελια διοτι ερχεται και θραυσθησεται πασα καρδια και πασαι χειρες παραλυθησονται και εκψυξει πασα σαρξ και παν πνευμα και παντες μηροι μολυνθησονται υγρασια ιδου ερχεται και εσται λεγει κυριος κυριος

13 και εγενετο λογος κυριου προς με λεγων

14 υιε ανθρωπου προφητευσον και ερεις ταδε λεγει κυριος ειπον ρομφαια ρομφαια οξυνου και θυμωθητι

15 οπως σφαξης σφαγια οξυνου οπως γενη εις στιλβωσιν ετοιμη εις παραλυσιν σφαζε εξουδενει απωθου παν ξυλον

16 και εδωκεν αυτην ετοιμην του κρατειν χειρα αυτου εξηκονηθη ρομφαια εστιν ετοιμη του δουναι αυτην εις χειρα αποκεντουντος

17 ανακραγε και ολολυξον υιε ανθρωπου οτι αυτη εγενετο εν τω λαω μου αυτη εν πασιν τοις αφηγουμενοις του ισραηλ παροικησουσιν επι ρομφαια εγενετο εν τω λαω μου δια τουτο κροτησον επι την χειρα σου

18 οτι δεδικαιωται και τι ει και φυλη απωσθη ουκ εσται λεγει κυριος κυριος

19 και συ υιε ανθρωπου προφητευσον και κροτησον χειρα επι χειρα και διπλασιασον ρομφαιαν η τριτη ρομφαια τραυματιων εστιν ρομφαια τραυματιων η μεγαλη και εκστησει αυτους

20 οπως θραυσθη η καρδια και πληθυνθωσιν οι ασθενουντες επι πασαν πυλην αυτων παραδεδονται εις σφαγια ρομφαιας ευ γεγονεν εις σφαγην ευ γεγονεν εις στιλβωσιν

21 διαπορευου οξυνου εκ δεξιων και εξ ευωνυμων ου αν το προσωπον σου εξεγειρηται

22 και εγω δε κροτησω χειρα μου προς χειρα μου και εναφησω τον θυμον μου εγω κυριος λελαληκα

23 και εγενετο λογος κυριου προς με λεγων

24 και συ υιε ανθρωπου διαταξον σεαυτω δυο οδους του εισελθειν ρομφαιαν βασιλεως βαβυλωνος εκ χωρας μιας εξελευσονται αι δυο και χειρ εν αρχη οδου πολεως επ' αρχης

25 οδου διαταξεις του εισελθειν ρομφαιαν επι ραββαθ υιων αμμων και επι την ιουδαιαν και επι ιερουσαλημ εν μεσω αυτης

26 διοτι στησεται βασιλευς βαβυλωνος επι την αρχαιαν οδον επ' αρχης των δυο οδων του μαντευσασθαι μαντειαν του αναβρασαι ραβδον και επερωτησαι εν τοις γλυπτοις και ηπατοσκοπησασθαι εκ δεξιων αυτου

27 εγενετο το μαντειον επι ιερουσαλημ του βαλειν χαρακα του διανοιξαι στομα εν βοη υψωσαι φωνην μετα κραυγης του βαλειν χαρακα επι τας πυλας αυτης και βαλειν χωμα και οικοδομησαι βελοστασεις

28 και αυτος αυτοις ως μαντευομενος μαντειαν ενωπιον αυτων και αυτος αναμιμνησκων αδικιας αυτου μνησθηναι

29 δια τουτο ταδε λεγει κυριος ανθ' ων ανεμνησατε τας αδικιας υμων εν τω αποκαλυφθηναι τας ασεβειας υμων του οραθηναι αμαρτιας υμων εν πασαις ταις ασεβειαις υμων και εν τοις επιτηδευμασιν υμων ανθ' ων ανεμνησατε εν τουτοις αλωσεσθε

30 και συ βεβηλε ανομε αφηγουμενε του ισραηλ ου ηκει η ημερα εν καιρω αδικιας περας

31 ταδε λεγει κυριος αφειλου την κιδαριν και επεθου τον στεφανον αυτη ου τοιαυτη εσται εταπεινωσας το υψηλον και το ταπεινον υψωσας

32 αδικιαν αδικιαν θησομαι αυτην ουδ' αυτη τοιαυτη εσται εως ου ελθη ω καθηκει και παραδωσω αυτω

33 και συ υιε ανθρωπου προφητευσον και ερεις ταδε λεγει κυριος προς τους υιους αμμων και προς τον ονειδισμον αυτων και ερεις ρομφαια ρομφαια εσπασμενη εις σφαγια και εσπασμενη εις συντελειαν εγειρου οπως στιλβης

34 εν τη ορασει σου τη ματαια και εν τω μαντευεσθαι σε ψευδη του παραδουναι σε επι τραχηλους τραυματιων ανομων ων ηκει η ημερα εν καιρω αδικιας περας

35 αποστρεφε μη καταλυσης εν τω τοπω τουτω ω γεγεννησαι εν τη γη τη ιδια σου κρινω σε

36 και εκχεω επι σε οργην μου εν πυρι οργης μου εμφυσησω επι σε και παραδωσω σε εις χειρας ανδρων βαρβαρων τεκταινοντων διαφθοραν

37 εν πυρι εση καταβρωμα το αιμα σου εσται εν μεσω της γης σου ου μη γενηται σου μνεια διοτι εγω κυριος λελαληκα

← Ezekiel第20章   Ezekiel第22章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 144

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 309, 574, 1458, 2799, 4111, 6563, 6832...

Apocalypse Revealed 52, 400, 401, 748, 759, 924

Conjugial Love 156

The Lord 4, 28, 48

True Christian Religion 156, 468

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: