Ezekiel第19章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第18章   Ezekiel第20章 →

1 και συ λαβε θρηνον επι τον αρχοντα του ισραηλ

2 και ερεις τι η μητηρ σου σκυμνος εν μεσω λεοντων εγενηθη εν μεσω λεοντων επληθυνεν σκυμνους αυτης

3 και απεπηδησεν εις των σκυμνων αυτης λεων εγενετο και εμαθεν του αρπαζειν αρπαγματα ανθρωπους εφαγεν

4 και ηκουσαν κατ' αυτου εθνη εν τη διαφθορα αυτων συνελημφθη και ηγαγον αυτον εν κημω εις γην αιγυπτου

5 και ειδεν οτι απωσται απ' αυτης και απωλετο η υποστασις αυτης και ελαβεν αλλον εκ των σκυμνων αυτης λεοντα εταξεν αυτον

6 και ανεστρεφετο εν μεσω λεοντων λεων εγενετο και εμαθεν αρπαζειν αρπαγματα ανθρωπους εφαγεν

7 και ενεμετο τω θρασει αυτου και τας πολεις αυτων εξηρημωσεν και ηφανισεν γην και το πληρωμα αυτης απο φωνης ωρυματος αυτου

8 και εδωκαν επ' αυτον εθνη εκ χωρων κυκλοθεν και εξεπετασαν επ' αυτον δικτυα αυτων εν διαφθορα αυτων συνελημφθη

9 και εθεντο αυτον εν κημω και εν γαλεαγρα ηλθεν προς βασιλεα βαβυλωνος και εισηγαγεν αυτον εις φυλακην οπως μη ακουσθη η φωνη αυτου επι τα ορη του ισραηλ

10 η μητηρ σου ως αμπελος ως ανθος εν ροα εν υδατι πεφυτευμενη ο καρπος αυτης και ο βλαστος αυτης εγενετο εξ υδατος πολλου

11 και εγενετο αυτη ραβδος ισχυος επι φυλην ηγουμενων και υψωθη τω μεγεθει αυτης εν μεσω στελεχων και ειδεν το μεγεθος αυτης εν πληθει κληματων αυτης

12 και κατεκλασθη εν θυμω επι γην ερριφη και ανεμος ο καυσων εξηρανεν τα εκλεκτα αυτης εξεδικηθη και εξηρανθη η ραβδος ισχυος αυτης πυρ ανηλωσεν αυτην

13 και νυν πεφυτευκαν αυτην εν τη ερημω εν γη ανυδρω

14 και εξηλθεν πυρ εκ ραβδου εκλεκτων αυτης και κατεφαγεν αυτην και ουκ ην εν αυτη ραβδος ισχυος φυλη εις παραβολην θρηνου εστιν και εσται εις θρηνον

← Ezekiel第18章   Ezekiel第20章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 142

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 289, 1069, 2702, 2831, 5113, 5215, 6367...

Apocalypse Revealed 241, 343, 485, 546

Conjugial Love 119

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4

翻译:
分享: