Ezekiel第12章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Ezekiel第11章   Ezekiel第13章 →

1 και εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου εν μεσω των αδικιων αυτων συ κατοικεις οι εχουσιν οφθαλμους του βλεπειν και ου βλεπουσιν και ωτα εχουσιν του ακουειν και ουκ ακουουσιν διοτι οικος παραπικραινων εστιν

3 και συ υιε ανθρωπου ποιησον σεαυτω σκευη αιχμαλωσιας ημερας ενωπιον αυτων και αιχμαλωτευθηση εκ του τοπου σου εις ετερον τοπον ενωπιον αυτων οπως ιδωσιν διοτι οικος παραπικραινων εστιν

4 και εξοισεις τα σκευη σου ως σκευη αιχμαλωσιας ημερας κατ' οφθαλμους αυτων και συ εξελευση εσπερας ως εκπορευεται αιχμαλωτος

5 ενωπιον αυτων διορυξον σεαυτω εις τον τοιχον και διεξελευση δι' αυτου

6 ενωπιον αυτων επ' ωμων αναλημφθηση και κεκρυμμενος εξελευση το προσωπον σου συγκαλυψεις και ου μη ιδης την γην διοτι τερας δεδωκα σε τω οικω ισραηλ

7 και εποιησα ουτως κατα παντα οσα ενετειλατο μοι και σκευη εξηνεγκα ως σκευη αιχμαλωσιας ημερας και εσπερας διωρυξα εμαυτω τον τοιχον και κεκρυμμενος εξηλθον επ' ωμων ανελημφθην ενωπιον αυτων

8 και εγενετο λογος κυριου προς με το πρωι λεγων

9 υιε ανθρωπου ουκ ειπαν προς σε ο οικος του ισραηλ οικος ο παραπικραινων τι συ ποιεις

10 ειπον προς αυτους ταδε λεγει κυριος κυριος ο αρχων και ο αφηγουμενος εν ιερουσαλημ και παντι οικω ισραηλ οι εισιν εν μεσω αυτων

11 ειπον οτι εγω τερατα ποιω εν μεσω αυτης ον τροπον πεποιηκα ουτως εσται αυτοις εν μετοικεσια και εν αιχμαλωσια πορευσονται

12 και ο αρχων εν μεσω αυτων επ' ωμων αρθησεται και κεκρυμμενος εξελευσεται δια του τοιχου και διορυξει του εξελθειν αυτον δι' αυτου το προσωπον αυτου συγκαλυψει οπως μη οραθη οφθαλμω και αυτος την γην ουκ οψεται

13 και εκπετασω το δικτυον μου επ' αυτον και συλλημφθησεται εν τη περιοχη μου και αξω αυτον εις βαβυλωνα εις γην χαλδαιων και αυτην ουκ οψεται και εκει τελευτησει

14 και παντας τους κυκλω αυτου τους βοηθους αυτου και παντας τους αντιλαμβανομενους αυτου διασπερω εις παντα ανεμον και ρομφαιαν εκκενωσω οπισω αυτων

15 και γνωσονται διοτι εγω κυριος εν τω διασκορπισαι με αυτους εν τοις εθνεσιν και διασπερω αυτους εν ταις χωραις

16 και υπολειψομαι εξ αυτων ανδρας αριθμω εκ ρομφαιας και εκ λιμου και εκ θανατου οπως εκδιηγωνται πασας τας ανομιας αυτων εν τοις εθνεσιν ου εισηλθοσαν εκει και γνωσονται οτι εγω κυριος

17 και εγενετο λογος κυριου προς με λεγων

18 υιε ανθρωπου τον αρτον σου μετ' οδυνης φαγεσαι και το υδωρ σου μετα βασανου και θλιψεως πιεσαι

19 και ερεις προς τον λαον της γης ταδε λεγει κυριος τοις κατοικουσιν ιερουσαλημ επι της γης του ισραηλ τους αρτους αυτων μετ' ενδειας φαγονται και το υδωρ αυτων μετα αφανισμου πιονται οπως αφανισθη η γη συν πληρωματι αυτης εν ασεβεια γαρ παντες οι κατοικουντες εν αυτη

20 και αι πολεις αυτων αι κατοικουμεναι εξερημωθησονται και η γη εις αφανισμον εσται και επιγνωσεσθε διοτι εγω κυριος

21 και εγενετο λογος κυριου προς με λεγων

22 υιε ανθρωπου τις υμιν η παραβολη αυτη επι της γης του ισραηλ λεγοντες μακραν αι ημεραι απολωλεν ορασις

23 δια τουτο ειπον προς αυτους ταδε λεγει κυριος αποστρεψω την παραβολην ταυτην και ουκετι μη ειπωσιν την παραβολην ταυτην οικος του ισραηλ οτι λαλησεις προς αυτους ηγγικασιν αι ημεραι και λογος πασης ορασεως

24 οτι ουκ εσται ετι πασα ορασις ψευδης και μαντευομενος τα προς χαριν εν μεσω των υιων ισραηλ

25 διοτι εγω κυριος λαλησω τους λογους μου λαλησω και ποιησω και ου μη μηκυνω ετι οτι εν ταις ημεραις υμων οικος ο παραπικραινων λαλησω λογον και ποιησω λεγει κυριος

26 και εγενετο λογος κυριου προς με λεγων

27 υιε ανθρωπου ιδου οικος ισραηλ ο παραπικραινων λεγοντες λεγουσιν η ορασις ην ουτος ορα εις ημερας πολλας και εις καιρους μακρους ουτος προφητευει

28 δια τουτο ειπον προς αυτους ταδε λεγει κυριος ου μη μηκυνωσιν ουκετι παντες οι λογοι μου ους αν λαλησω λαλησω και ποιησω λεγει κυριος

← Ezekiel第11章   Ezekiel第13章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 135

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 212, 623, 897, 2921, 2928, 3863, 3869...

Apocalypse Revealed 48, 50, 350, 591, 880

Brief Exposition of Doctrine 100

The Lord 4, 15, 16, 28, 64

True Christian Religion 130

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: