Exodus第6章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第5章   Exodus第7章 →

1 και ειπεν κυριος προς μωυσην ηδη οψει α ποιησω τω φαραω εν γαρ χειρι κραταια εξαποστελει αυτους και εν βραχιονι υψηλω εκβαλει αυτους εκ της γης αυτου

2 ελαλησεν δε ο θεος προς μωυσην και ειπεν προς αυτον εγω κυριος

3 και ωφθην προς αβρααμ και ισαακ και ιακωβ θεος ων αυτων και το ονομα μου κυριος ουκ εδηλωσα αυτοις

4 και εστησα την διαθηκην μου προς αυτους ωστε δουναι αυτοις την γην των χαναναιων την γην ην παρωκηκασιν εν η και παρωκησαν επ' αυτης

5 και εγω εισηκουσα τον στεναγμον των υιων ισραηλ ον οι αιγυπτιοι καταδουλουνται αυτους και εμνησθην της διαθηκης υμων

6 βαδιζε ειπον τοις υιοις ισραηλ λεγων εγω κυριος και εξαξω υμας απο της δυναστειας των αιγυπτιων και ρυσομαι υμας εκ της δουλειας και λυτρωσομαι υμας εν βραχιονι υψηλω και κρισει μεγαλη

7 και λημψομαι εμαυτω υμας λαον εμοι και εσομαι υμων θεος και γνωσεσθε οτι εγω κυριος ο θεος υμων ο εξαγαγων υμας εκ της καταδυναστειας των αιγυπτιων

8 και εισαξω υμας εις την γην εις ην εξετεινα την χειρα μου δουναι αυτην τω αβρααμ και ισαακ και ιακωβ και δωσω υμιν αυτην εν κληρω εγω κυριος

9 ελαλησεν δε μωυσης ουτως τοις υιοις ισραηλ και ουκ εισηκουσαν μωυση απο της ολιγοψυχιας και απο των εργων των σκληρων

10 ειπεν δε κυριος προς μωυσην λεγων

11 εισελθε λαλησον φαραω βασιλει αιγυπτου ινα εξαποστειλη τους υιους ισραηλ εκ της γης αυτου

12 ελαλησεν δε μωυσης εναντι κυριου λεγων ιδου οι υιοι ισραηλ ουκ εισηκουσαν μου και πως εισακουσεται μου φαραω εγω δε αλογος ειμι

13 ειπεν δε κυριος προς μωυσην και ααρων και συνεταξεν αυτοις προς φαραω βασιλεα αιγυπτου ωστε εξαποστειλαι τους υιους ισραηλ εκ γης αιγυπτου

14 και ουτοι αρχηγοι οικων πατριων αυτων υιοι ρουβην πρωτοτοκου ισραηλ ενωχ και φαλλους ασρων και χαρμι αυτη η συγγενεια ρουβην

15 και υιοι συμεων ιεμουηλ και ιαμιν και αωδ και ιαχιν και σααρ και σαουλ ο εκ της φοινισσης αυται αι πατριαι των υιων συμεων

16 και ταυτα τα ονοματα των υιων λευι κατα συγγενειας αυτων γεδσων κααθ και μεραρι και τα ετη της ζωης λευι εκατον τριακοντα επτα

17 και ουτοι υιοι γεδσων λοβενι και σεμει οικοι πατριας αυτων

18 και υιοι κααθ αμβραμ και ισσααρ χεβρων και οζιηλ και τα ετη της ζωης κααθ εκατον τριακοντα ετη

19 και υιοι μεραρι μοολι και ομουσι ουτοι οικοι πατριων λευι κατα συγγενειας αυτων

20 και ελαβεν αμβραμ την ιωχαβεδ θυγατερα του αδελφου του πατρος αυτου εαυτω εις γυναικα και εγεννησεν αυτω τον τε ααρων και μωυσην και μαριαμ την αδελφην αυτων τα δε ετη της ζωης αμβραμ εκατον τριακοντα δυο ετη

21 και υιοι ισσααρ κορε και ναφεκ και ζεχρι

22 και υιοι οζιηλ ελισαφαν και σετρι

23 ελαβεν δε ααρων την ελισαβεθ θυγατερα αμιναδαβ αδελφην ναασσων αυτω γυναικα και ετεκεν αυτω τον τε ναδαβ και αβιουδ και ελεαζαρ και ιθαμαρ

24 υιοι δε κορε ασιρ και ελκανα και αβιασαφ αυται αι γενεσεις κορε

25 και ελεαζαρ ο του ααρων ελαβεν των θυγατερων φουτιηλ αυτω γυναικα και ετεκεν αυτω τον φινεες αυται αι αρχαι πατριας λευιτων κατα γενεσεις αυτων

26 ουτος ααρων και μωυσης οις ειπεν αυτοις ο θεος εξαγαγειν τους υιους ισραηλ εκ γης αιγυπτου συν δυναμει αυτων

27 ουτοι εισιν οι διαλεγομενοι προς φαραω βασιλεα αιγυπτου και εξηγαγον τους υιους ισραηλ εξ αιγυπτου αυτος ααρων και μωυσης

28 η ημερα ελαλησεν κυριος μωυση εν γη αιγυπτω

29 και ελαλησεν κυριος προς μωυσην λεγων εγω κυριος λαλησον προς φαραω βασιλεα αιγυπτου οσα εγω λεγω προς σε

30 και ειπεν μωυσης εναντιον κυριου ιδου εγω ισχνοφωνος ειμι και πως εισακουσεται μου φαραω

← Exodus第5章   Exodus第7章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 7183, 7184

本章评论:



翻译:
分享: