Exodus第4章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第3章   Exodus第5章 →

1 απεκριθη δε μωυσης και ειπεν εαν ουν μη πιστευσωσιν μοι μηδε εισακουσωσιν της φωνης μου ερουσιν γαρ οτι ουκ ωπται σοι ο θεος τι ερω προς αυτους

2 ειπεν δε αυτω κυριος τι τουτο εστιν το εν τη χειρι σου ο δε ειπεν ραβδος

3 και ειπεν ριψον αυτην επι την γην και ερριψεν αυτην επι την γην και εγενετο οφις και εφυγεν μωυσης απ' αυτου

4 και ειπεν κυριος προς μωυσην εκτεινον την χειρα και επιλαβου της κερκου εκτεινας ουν την χειρα επελαβετο της κερκου και εγενετο ραβδος εν τη χειρι αυτου

5 ινα πιστευσωσιν σοι οτι ωπται σοι κυριος ο θεος των πατερων αυτων θεος αβρααμ και θεος ισαακ και θεος ιακωβ

6 ειπεν δε αυτω κυριος παλιν εισενεγκε την χειρα σου εις τον κολπον σου και εισηνεγκεν την χειρα αυτου εις τον κολπον αυτου και εξηνεγκεν την χειρα αυτου εκ του κολπου αυτου και εγενηθη η χειρ αυτου ωσει χιων

7 και ειπεν παλιν εισενεγκε την χειρα σου εις τον κολπον σου και εισηνεγκεν την χειρα εις τον κολπον αυτου και εξηνεγκεν αυτην εκ του κολπου αυτου και παλιν απεκατεστη εις την χροαν της σαρκος αυτου

8 εαν δε μη πιστευσωσιν σοι μηδε εισακουσωσιν της φωνης του σημειου του πρωτου πιστευσουσιν σοι της φωνης του σημειου του εσχατου

9 και εσται εαν μη πιστευσωσιν σοι τοις δυσι σημειοις τουτοις μηδε εισακουσωσιν της φωνης σου λημψη απο του υδατος του ποταμου και εκχεεις επι το ξηρον και εσται το υδωρ ο εαν λαβης απο του ποταμου αιμα επι του ξηρου

10 ειπεν δε μωυσης προς κυριον δεομαι κυριε ουχ ικανος ειμι προ της εχθες ουδε προ της τριτης ημερας ουδε αφ' ου ηρξω λαλειν τω θεραποντι σου ισχνοφωνος και βραδυγλωσσος εγω ειμι

11 ειπεν δε κυριος προς μωυσην τις εδωκεν στομα ανθρωπω και τις εποιησεν δυσκωφον και κωφον βλεποντα και τυφλον ουκ εγω ο θεος

12 και νυν πορευου και εγω ανοιξω το στομα σου και συμβιβασω σε ο μελλεις λαλησαι

13 και ειπεν μωυσης δεομαι κυριε προχειρισαι δυναμενον αλλον ον αποστελεις

14 και θυμωθεις οργη κυριος επι μωυσην ειπεν ουκ ιδου ααρων ο αδελφος σου ο λευιτης επισταμαι οτι λαλων λαλησει αυτος σοι και ιδου αυτος εξελευσεται εις συναντησιν σοι και ιδων σε χαρησεται εν εαυτω

15 και ερεις προς αυτον και δωσεις τα ρηματα μου εις το στομα αυτου και εγω ανοιξω το στομα σου και το στομα αυτου και συμβιβασω υμας α ποιησετε

16 και αυτος σοι προσλαλησει προς τον λαον και αυτος εσται σου στομα συ δε αυτω εση τα προς τον θεον

17 και την ραβδον ταυτην την στραφεισαν εις οφιν λημψη εν τη χειρι σου εν η ποιησεις εν αυτη τα σημεια

18 επορευθη δε μωυσης και απεστρεψεν προς ιοθορ τον γαμβρον αυτου και λεγει πορευσομαι και αποστρεψω προς τους αδελφους μου τους εν αιγυπτω και οψομαι ει ετι ζωσιν και ειπεν ιοθορ μωυση βαδιζε υγιαινων

19 μετα δε τας ημερας τας πολλας εκεινας ετελευτησεν ο βασιλευς αιγυπτου ειπεν δε κυριος προς μωυσην εν μαδιαμ βαδιζε απελθε εις αιγυπτον τεθνηκασιν γαρ παντες οι ζητουντες σου την ψυχην

20 αναλαβων δε μωυσης την γυναικα και τα παιδια ανεβιβασεν αυτα επι τα υποζυγια και επεστρεψεν εις αιγυπτον ελαβεν δε μωυσης την ραβδον την παρα του θεου εν τη χειρι αυτου

21 ειπεν δε κυριος προς μωυσην πορευομενου σου και αποστρεφοντος εις αιγυπτον ορα παντα τα τερατα α εδωκα εν ταις χερσιν σου ποιησεις αυτα εναντιον φαραω εγω δε σκληρυνω την καρδιαν αυτου και ου μη εξαποστειλη τον λαον

22 συ δε ερεις τω φαραω ταδε λεγει κυριος υιος πρωτοτοκος μου ισραηλ

23 ειπα δε σοι εξαποστειλον τον λαον μου ινα μοι λατρευση ει μεν ουν μη βουλει εξαποστειλαι αυτους ορα ουν εγω αποκτενω τον υιον σου τον πρωτοτοκον

24 εγενετο δε εν τη οδω εν τω καταλυματι συνηντησεν αυτω αγγελος κυριου και εζητει αυτον αποκτειναι

25 και λαβουσα σεπφωρα ψηφον περιετεμεν την ακροβυστιαν του υιου αυτης και προσεπεσεν προς τους ποδας και ειπεν εστη το αιμα της περιτομης του παιδιου μου

26 και απηλθεν απ' αυτου διοτι ειπεν εστη το αιμα της περιτομης του παιδιου μου

27 ειπεν δε κυριος προς ααρων πορευθητι εις συναντησιν μωυσει εις την ερημον και επορευθη και συνηντησεν αυτω εν τω ορει του θεου και κατεφιλησαν αλληλους

28 και ανηγγειλεν μωυσης τω ααρων παντας τους λογους κυριου ους απεστειλεν και παντα τα σημεια α ενετειλατο αυτω

29 επορευθη δε μωυσης και ααρων και συνηγαγον την γερουσιαν των υιων ισραηλ

30 και ελαλησεν ααρων παντα τα ρηματα ταυτα α ελαλησεν ο θεος προς μωυσην και εποιησεν τα σημεια εναντιον του λαου

31 και επιστευσεν ο λαος και εχαρη οτι επεσκεψατο ο θεος τους υιους ισραηλ και οτι ειδεν αυτων την θλιψιν κυψας δε ο λαος προσεκυνησεν

← Exodus第3章   Exodus第5章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 6939, 6940, 6941

本章评论:



翻译:
分享: