Exodus第36章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第35章   Exodus第37章 →

1 και εποιησεν βεσελεηλ και ελιαβ και πας σοφος τη διανοια ω εδοθη σοφια και επιστημη εν αυτοις συνιεναι ποιειν παντα τα εργα κατα τα αγια καθηκοντα κατα παντα οσα συνεταξεν κυριος

2 και εκαλεσεν μωυσης βεσελεηλ και ελιαβ και παντας τους εχοντας την σοφιαν ω εδωκεν ο θεος επιστημην εν τη καρδια και παντας τους εκουσιως βουλομενους προσπορευεσθαι προς τα εργα ωστε συντελειν αυτα

3 και ελαβον παρα μωυση παντα τα αφαιρεματα α ηνεγκαν οι υιοι ισραηλ εις παντα τα εργα του αγιου ποιειν αυτα και αυτοι προσεδεχοντο ετι τα προσφερομενα παρα των φεροντων το πρωι πρωι

4 και παρεγινοντο παντες οι σοφοι οι ποιουντες τα εργα του αγιου εκαστος κατα το αυτου εργον ο αυτοι ηργαζοντο

5 και ειπαν προς μωυσην οτι πληθος φερει ο λαος παρα τα εργα οσα συνεταξεν κυριος ποιησαι

6 και προσεταξεν μωυσης και εκηρυξεν εν τη παρεμβολη λεγων ανηρ και γυνη μηκετι εργαζεσθωσαν εις τας απαρχας του αγιου και εκωλυθη ο λαος ετι προσφερειν

7 και τα εργα ην αυτοις ικανα εις την κατασκευην ποιησαι και προσκατελιπον

8 και εποιησεν πας σοφος εν τοις εργαζομενοις τας στολας των αγιων αι εισιν ααρων τω ιερει καθα συνεταξεν κυριος τω μωυση

9 και εποιησαν την επωμιδα εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης

10 και ετμηθη τα πεταλα του χρυσιου τριχες ωστε συνυφαναι συν τη υακινθω και τη πορφυρα και συν τω κοκκινω τω διανενησμενω και συν τη βυσσω τη κεκλωσμενη εργον υφαντον

11 εποιησαν αυτο επωμιδας συνεχουσας εξ αμφοτερων των μερων

12 εργον υφαντον εις αλληλα συμπεπλεγμενον καθ' εαυτο εξ αυτου εποιησαν κατα την αυτου ποιησιν εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης καθα συνεταξεν κυριος τω μωυση

13 και εποιησαν αμφοτερους τους λιθους της σμαραγδου συμπεπορπημενους και περισεσιαλωμενους χρυσιω γεγλυμμενους και εκκεκολαμμενους εκκολαμμα σφραγιδος εκ των ονοματων των υιων ισραηλ

14 και επεθηκεν αυτους επι τους ωμους της επωμιδος λιθους μνημοσυνου των υιων ισραηλ καθα συνεταξεν κυριος τω μωυση

15 και εποιησαν λογειον εργον υφαντον ποικιλια κατα το εργον της επωμιδος εκ χρυσιου και υακινθου και πορφυρας και κοκκινου διανενησμενου και βυσσου κεκλωσμενης

16 τετραγωνον διπλουν εποιησαν το λογειον σπιθαμης το μηκος και σπιθαμης το ευρος διπλουν

17 και συνυφανθη εν αυτω υφασμα καταλιθον τετραστιχον στιχος λιθων σαρδιον και τοπαζιον και σμαραγδος ο στιχος ο εις

18 και ο στιχος ο δευτερος ανθραξ και σαπφειρος και ιασπις

19 και ο στιχος ο τριτος λιγυριον και αχατης και αμεθυστος

20 και ο στιχος ο τεταρτος χρυσολιθος και βηρυλλιον και ονυχιον περικεκυκλωμενα χρυσιω και συνδεδεμενα χρυσιω

21 και οι λιθοι ησαν εκ των ονοματων των υιων ισραηλ δωδεκα εκ των ονοματων αυτων εγγεγραμμενα εις σφραγιδας εκαστος εκ του εαυτου ονοματος εις τας δωδεκα φυλας

22 και εποιησαν επι το λογειον κροσσους συμπεπλεγμενους εργον εμπλοκιου εκ χρυσιου καθαρου

23 και εποιησαν δυο ασπιδισκας χρυσας και δυο δακτυλιους χρυσους και επεθηκαν τους δυο δακτυλιους τους χρυσους επ' αμφοτερας τας αρχας του λογειου

24 και επεθηκαν τα εμπλοκια εκ χρυσιου επι τους δακτυλιους επ' αμφοτερων των μερων του λογειου

25 και εις τας δυο συμβολας τα δυο εμπλοκια και επεθηκαν επι τας δυο ασπιδισκας και επεθηκαν επι τους ωμους της επωμιδος εξ εναντιας κατα προσωπον

26 και εποιησαν δυο δακτυλιους χρυσους και επεθηκαν επι τα δυο πτερυγια επ' ακρου του λογειου επι το ακρον του οπισθιου της επωμιδος εσωθεν

27 και εποιησαν δυο δακτυλιους χρυσους και επεθηκαν επ' αμφοτερους τους ωμους της επωμιδος κατωθεν αυτου κατα προσωπον κατα την συμβολην ανωθεν της συνυφης της επωμιδος

28 και συνεσφιγξεν το λογειον απο των δακτυλιων των επ' αυτου εις τους δακτυλιους της επωμιδος συνεχομενους εκ της υακινθου συμπεπλεγμενους εις το υφασμα της επωμιδος ινα μη χαλαται το λογειον απο της επωμιδος καθα συνεταξεν κυριος τω μωυση

29 και εποιησαν τον υποδυτην υπο την επωμιδα εργον υφαντον ολον υακινθινον

30 το δε περιστομιον του υποδυτου εν τω μεσω διυφασμενον συμπλεκτον ωαν εχον κυκλω το περιστομιον αδιαλυτον

31 και εποιησαν επι του λωματος του υποδυτου κατωθεν ως εξανθουσης ροας ροισκους εξ υακινθου και πορφυρας και κοκκινου νενησμενου και βυσσου κεκλωσμενης

32 και εποιησαν κωδωνας χρυσους και επεθηκαν τους κωδωνας επι το λωμα του υποδυτου κυκλω ανα μεσον των ροισκων

33 κωδων χρυσους και ροισκος επι του λωματος του υποδυτου κυκλω εις το λειτουργειν καθα συνεταξεν κυριος τω μωυση

34 και εποιησαν χιτωνας βυσσινους εργον υφαντον ααρων και τοις υιοις αυτου

35 και τας κιδαρεις εκ βυσσου και την μιτραν εκ βυσσου και τα περισκελη εκ βυσσου κεκλωσμενης

36 και τας ζωνας αυτων εκ βυσσου και υακινθου και πορφυρας και κοκκινου νενησμενου εργον ποικιλτου ον τροπον συνεταξεν κυριος τω μωυση

37 και εποιησαν το πεταλον το χρυσουν αφορισμα του αγιου χρυσιου καθαρου και εγραψεν επ' αυτου γραμματα εκτετυπωμενα σφραγιδος αγιασμα κυριω

38 και επεθηκαν επ' αυτο λωμα υακινθινον ωστε επικεισθαι επι την μιτραν ανωθεν ον τροπον συνεταξεν κυριος τω μωυση

← Exodus第35章   Exodus第37章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 10750

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 121, 2576, 3858, 3862, 4677, 4922, 5319, ...

Apocalypse Revealed 793, 814, 905

Show Unpublished Work(s)



翻译:
分享: