Exodus第31章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第30章   Exodus第32章 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 ιδου ανακεκλημαι εξ ονοματος τον βεσελεηλ τον του ουριου τον ωρ της φυλης ιουδα

3 και ενεπλησα αυτον πνευμα θειον σοφιας και συνεσεως και επιστημης εν παντι εργω

4 διανοεισθαι και αρχιτεκτονησαι εργαζεσθαι το χρυσιον και το αργυριον και τον χαλκον και την υακινθον και την πορφυραν και το κοκκινον το νηστον και την βυσσον την κεκλωσμενην

5 και τα λιθουργικα και εις τα εργα τα τεκτονικα των ξυλων εργαζεσθαι κατα παντα τα εργα

6 και εγω εδωκα αυτον και τον ελιαβ τον του αχισαμαχ εκ φυλης δαν και παντι συνετω καρδια δεδωκα συνεσιν και ποιησουσιν παντα οσα σοι συνεταξα

7 την σκηνην του μαρτυριου και την κιβωτον της διαθηκης και το ιλαστηριον το επ' αυτης και την διασκευην της σκηνης

8 και τα θυσιαστηρια και την τραπεζαν και παντα τα σκευη αυτης και την λυχνιαν την καθαραν και παντα τα σκευη αυτης

9 και τον λουτηρα και την βασιν αυτου

10 και τας στολας τας λειτουργικας ααρων και τας στολας των υιων αυτου ιερατευειν μοι

11 και το ελαιον της χρισεως και το θυμιαμα της συνθεσεως του αγιου κατα παντα οσα εγω ενετειλαμην σοι ποιησουσιν

12 και ελαλησεν κυριος προς μωυσην λεγων

13 και συ συνταξον τοις υιοις ισραηλ λεγων ορατε και τα σαββατα μου φυλαξεσθε σημειον εστιν παρ' εμοι και εν υμιν εις τας γενεας υμων ινα γνωτε οτι εγω κυριος ο αγιαζων υμας

14 και φυλαξεσθε τα σαββατα οτι αγιον τουτο εστιν κυριου υμιν ο βεβηλων αυτο θανατω θανατωθησεται πας ος ποιησει εν αυτω εργον εξολεθρευθησεται η ψυχη εκεινη εκ μεσου του λαου αυτου

15 εξ ημερας ποιησεις εργα τη δε ημερα τη εβδομη σαββατα αναπαυσις αγια τω κυριω πας ος ποιησει εργον τη ημερα τη εβδομη θανατω θανατωθησεται

16 και φυλαξουσιν οι υιοι ισραηλ τα σαββατα ποιειν αυτα εις τας γενεας αυτων διαθηκη αιωνιος

17 εν εμοι και τοις υιοις ισραηλ σημειον εστιν αιωνιον οτι εν εξ ημεραις εποιησεν κυριος τον ουρανον και την γην και τη ημερα τη εβδομη επαυσατο και κατεπαυσεν

18 και εδωκεν μωυσει ηνικα κατεπαυσεν λαλων αυτω εν τω ορει τω σινα τας δυο πλακας του μαρτυριου πλακας λιθινας γεγραμμενας τω δακτυλω του θεου

← Exodus第30章   Exodus第32章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 10326

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 121, 666, 1038, 1298, 4197, 5287, 6804, ...

Apocalypse Revealed 392, 490, 529, 555, 669, 793

Divine Love and Wisdom 383

Life 59

The Lord 48

True Christian Religion 156, 284

Show Unpublished Work(s)



翻译:
分享: