Exodus第30章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第29章   Exodus第31章 →

1 και ποιησεις θυσιαστηριον θυμιαματος εκ ξυλων ασηπτων και ποιησεις αυτο

2 πηχεος το μηκος και πηχεος το ευρος τετραγωνον εσται και δυο πηχεων το υψος εξ αυτου εσται τα κερατα αυτου

3 και καταχρυσωσεις αυτα χρυσιω καθαρω την εσχαραν αυτου και τους τοιχους αυτου κυκλω και τα κερατα αυτου και ποιησεις αυτω στρεπτην στεφανην χρυσην κυκλω

4 και δυο δακτυλιους χρυσους καθαρους ποιησεις υπο την στρεπτην στεφανην αυτου εις τα δυο κλιτη ποιησεις εν τοις δυσι πλευροις και εσονται ψαλιδες ταις σκυταλαις ωστε αιρειν αυτο εν αυταις

5 και ποιησεις σκυταλας εκ ξυλων ασηπτων και καταχρυσωσεις αυτας χρυσιω

6 και θησεις αυτο απεναντι του καταπετασματος του οντος επι της κιβωτου των μαρτυριων εν οις γνωσθησομαι σοι εκειθεν

7 και θυμιασει επ' αυτου ααρων θυμιαμα συνθετον λεπτον το πρωι πρωι οταν επισκευαζη τους λυχνους θυμιασει επ' αυτου

8 και οταν εξαπτη ααρων τους λυχνους οψε θυμιασει επ' αυτου θυμιαμα ενδελεχισμου δια παντος εναντι κυριου εις γενεας αυτων

9 και ουκ ανοισεις επ' αυτου θυμιαμα ετερον καρπωμα θυσιαν και σπονδην ου σπεισεις επ' αυτου

10 και εξιλασεται επ' αυτο ααρων επι των κερατων αυτου απαξ του ενιαυτου απο του αιματος του καθαρισμου των αμαρτιων του εξιλασμου απαξ του ενιαυτου καθαριει αυτο εις τας γενεας αυτων αγιον των αγιων εστιν κυριω

11 και ελαλησεν κυριος προς μωυσην λεγων

12 εαν λαβης τον συλλογισμον των υιων ισραηλ εν τη επισκοπη αυτων και δωσουσιν εκαστος λυτρα της ψυχης αυτου τω κυριω και ουκ εσται εν αυτοις πτωσις εν τη επισκοπη αυτων

13 και τουτο εστιν ο δωσουσιν οσοι αν παραπορευωνται την επισκεψιν το ημισυ του διδραχμου ο εστιν κατα το διδραχμον το αγιον εικοσι οβολοι το διδραχμον το δε ημισυ του διδραχμου εισφορα κυριω

14 πας ο παραπορευομενος εις την επισκεψιν απο εικοσαετους και επανω δωσουσιν την εισφοραν κυριω

15 ο πλουτων ου προσθησει και ο πενομενος ουκ ελαττονησει απο του ημισους του διδραχμου εν τω διδοναι την εισφοραν κυριω εξιλασασθαι περι των ψυχων υμων

16 και λημψη το αργυριον της εισφορας παρα των υιων ισραηλ και δωσεις αυτο εις κατεργον της σκηνης του μαρτυριου και εσται τοις υιοις ισραηλ μνημοσυνον εναντι κυριου εξιλασασθαι περι των ψυχων υμων

17 και ελαλησεν κυριος προς μωυσην λεγων

18 ποιησον λουτηρα χαλκουν και βασιν αυτω χαλκην ωστε νιπτεσθαι και θησεις αυτον ανα μεσον της σκηνης του μαρτυριου και ανα μεσον του θυσιαστηριου και εκχεεις εις αυτον υδωρ

19 και νιψεται ααρων και οι υιοι αυτου εξ αυτου τας χειρας και τους ποδας υδατι

20 οταν εισπορευωνται εις την σκηνην του μαρτυριου νιψονται υδατι και ου μη αποθανωσιν η οταν προσπορευωνται προς το θυσιαστηριον λειτουργειν και αναφερειν τα ολοκαυτωματα κυριω

21 νιψονται τας χειρας και τους ποδας υδατι οταν εισπορευωνται εις την σκηνην του μαρτυριου νιψονται υδατι ινα μη αποθανωσιν και εσται αυτοις νομιμον αιωνιον αυτω και ταις γενεαις αυτου μετ' αυτον

22 και ελαλησεν κυριος προς μωυσην λεγων

23 και συ λαβε ηδυσματα το ανθος σμυρνης εκλεκτης πεντακοσιους σικλους και κινναμωμου ευωδους το ημισυ τουτου διακοσιους πεντηκοντα και καλαμου ευωδους διακοσιους πεντηκοντα

24 και ιρεως πεντακοσιους σικλους του αγιου και ελαιον εξ ελαιων ιν

25 και ποιησεις αυτο ελαιον χρισμα αγιον μυρον μυρεψικον τεχνη μυρεψου ελαιον χρισμα αγιον εσται

26 και χρισεις εξ αυτου την σκηνην του μαρτυριου και την κιβωτον του μαρτυριου

27 και την λυχνιαν και παντα τα σκευη αυτης και το θυσιαστηριον του θυμιαματος

28 και το θυσιαστηριον των ολοκαυτωματων και παντα αυτου τα σκευη και την τραπεζαν και παντα τα σκευη αυτης και τον λουτηρα και την βασιν αυτου

29 και αγιασεις αυτα και εσται αγια των αγιων πας ο απτομενος αυτων αγιασθησεται

30 και ααρων και τους υιους αυτου χρισεις και αγιασεις αυτους ιερατευειν μοι

31 και τοις υιοις ισραηλ λαλησεις λεγων ελαιον αλειμμα χρισεως αγιον εσται τουτο υμιν εις τας γενεας υμων

32 επι σαρκα ανθρωπου ου χρισθησεται και κατα την συνθεσιν ταυτην ου ποιησετε υμιν εαυτοις ωσαυτως αγιον εστιν και αγιασμα εσται υμιν

33 ος αν ποιηση ωσαυτως και ος αν δω απ' αυτου αλλογενει εξολεθρευθησεται εκ του λαου αυτου

34 και ειπεν κυριος προς μωυσην λαβε σεαυτω ηδυσματα στακτην ονυχα χαλβανην ηδυσμου και λιβανον διαφανη ισον ισω εσται

35 και ποιησουσιν εν αυτω θυμιαμα μυρεψικον εργον μυρεψου μεμιγμενον καθαρον εργον αγιον

36 και συγκοψεις εκ τουτων λεπτον και θησεις απεναντι των μαρτυριων εν τη σκηνη του μαρτυριου οθεν γνωσθησομαι σοι εκειθεν αγιον των αγιων εσται υμιν

37 θυμιαμα κατα την συνθεσιν ταυτην ου ποιησετε υμιν αυτοις αγιασμα εσται υμιν κυριω

38 ος αν ποιηση ωσαυτως ωστε οσφραινεσθαι εν αυτω απολειται εκ του λαου αυτου

← Exodus第29章   Exodus第31章 →
研究内在含义

本章评论:

故事:




翻译:
分享: