Exodus第29章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第28章   Exodus第30章 →

1 και ταυτα εστιν α ποιησεις αυτοις αγιασαι αυτους ωστε ιερατευειν μοι αυτους λημψη μοσχαριον εκ βοων εν και κριους δυο αμωμους

2 και αρτους αζυμους πεφυραμενους εν ελαιω και λαγανα αζυμα κεχρισμενα εν ελαιω σεμιδαλιν εκ πυρων ποιησεις αυτα

3 και επιθησεις αυτα επι κανουν εν και προσοισεις αυτα επι τω κανω και το μοσχαριον και τους δυο κριους

4 και ααρων και τους υιους αυτου προσαξεις επι τας θυρας της σκηνης του μαρτυριου και λουσεις αυτους εν υδατι

5 και λαβων τας στολας ενδυσεις ααρων τον αδελφον σου και τον χιτωνα τον ποδηρη και την επωμιδα και το λογειον και συναψεις αυτω το λογειον προς την επωμιδα

6 και επιθησεις την μιτραν επι την κεφαλην αυτου και επιθησεις το πεταλον το αγιασμα επι την μιτραν

7 και λημψη του ελαιου του χρισματος και επιχεεις αυτο επι την κεφαλην αυτου και χρισεις αυτον

8 και τους υιους αυτου προσαξεις και ενδυσεις αυτους χιτωνας

9 και ζωσεις αυτους ταις ζωναις και περιθησεις αυτοις τας κιδαρεις και εσται αυτοις ιερατεια εμοι εις τον αιωνα και τελειωσεις τας χειρας ααρων και τας χειρας των υιων αυτου

10 και προσαξεις τον μοσχον επι τας θυρας της σκηνης του μαρτυριου και επιθησουσιν ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του μοσχου εναντι κυριου παρα τας θυρας της σκηνης του μαρτυριου

11 και σφαξεις τον μοσχον εναντι κυριου παρα τας θυρας της σκηνης του μαρτυριου

12 και λημψη απο του αιματος του μοσχου και θησεις επι των κερατων του θυσιαστηριου τω δακτυλω σου το δε λοιπον παν αιμα εκχεεις παρα την βασιν του θυσιαστηριου

13 και λημψη παν το στεαρ το επι της κοιλιας και τον λοβον του ηπατος και τους δυο νεφρους και το στεαρ το επ' αυτων και επιθησεις επι το θυσιαστηριον

14 τα δε κρεα του μοσχου και το δερμα και την κοπρον κατακαυσεις πυρι εξω της παρεμβολης αμαρτιας γαρ εστιν

15 και τον κριον λημψη τον ενα και επιθησουσιν ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του κριου

16 και σφαξεις αυτον και λαβων το αιμα προσχεεις προς το θυσιαστηριον κυκλω

17 και τον κριον διχοτομησεις κατα μελη και πλυνεις τα ενδοσθια και τους ποδας υδατι και επιθησεις επι τα διχοτομηματα συν τη κεφαλη

18 και ανοισεις ολον τον κριον επι το θυσιαστηριον ολοκαυτωμα κυριω εις οσμην ευωδιας θυσιασμα κυριω εστιν

19 και λημψη τον κριον τον δευτερον και επιθησει ααρων και οι υιοι αυτου τας χειρας αυτων επι την κεφαλην του κριου

20 και σφαξεις αυτον και λημψη του αιματος αυτου και επιθησεις επι τον λοβον του ωτος ααρων του δεξιου και επι το ακρον της χειρος της δεξιας και επι το ακρον του ποδος του δεξιου και επι τους λοβους των ωτων των υιων αυτου των δεξιων και επι τα ακρα των χειρων αυτων των δεξιων και επι τα ακρα των ποδων αυτων των δεξιων

21 και λημψη απο του αιματος του απο του θυσιαστηριου και απο του ελαιου της χρισεως και ρανεις επι ααρων και επι την στολην αυτου και επι τους υιους αυτου και επι τας στολας των υιων αυτου μετ' αυτου και αγιασθησεται αυτος και η στολη αυτου και οι υιοι αυτου και αι στολαι των υιων αυτου μετ' αυτου το δε αιμα του κριου προσχεεις προς το θυσιαστηριον κυκλω

22 και λημψη απο του κριου το στεαρ αυτου και το στεαρ το κατακαλυπτον την κοιλιαν και τον λοβον του ηπατος και τους δυο νεφρους και το στεαρ το επ' αυτων και τον βραχιονα τον δεξιον εστιν γαρ τελειωσις αυτη

23 και αρτον ενα εξ ελαιου και λαγανον εν απο του κανου των αζυμων των προτεθειμενων εναντι κυριου

24 και επιθησεις τα παντα επι τας χειρας ααρων και επι τας χειρας των υιων αυτου και αφοριεις αυτους αφορισμα εναντι κυριου

25 και λημψη αυτα εκ των χειρων αυτων και ανοισεις επι το θυσιαστηριον της ολοκαυτωσεως εις οσμην ευωδιας εναντι κυριου καρπωμα εστιν κυριω

26 και λημψη το στηθυνιον απο του κριου της τελειωσεως ο εστιν ααρων και αφοριεις αυτο αφορισμα εναντι κυριου και εσται σοι εν μεριδι

27 και αγιασεις το στηθυνιον αφορισμα και τον βραχιονα του αφαιρεματος ος αφωρισται και ος αφηρηται απο του κριου της τελειωσεως απο του ααρων και απο των υιων αυτου

28 και εσται ααρων και τοις υιοις αυτου νομιμον αιωνιον παρα των υιων ισραηλ εστιν γαρ αφαιρεμα τουτο και αφαιρεμα εσται παρα των υιων ισραηλ απο των θυματων των σωτηριων των υιων ισραηλ αφαιρεμα κυριω

29 και η στολη του αγιου η εστιν ααρων εσται τοις υιοις αυτου μετ' αυτον χρισθηναι αυτους εν αυτοις και τελειωσαι τας χειρας αυτων

30 επτα ημερας ενδυσεται αυτα ο ιερευς ο αντ' αυτου των υιων αυτου ος εισελευσεται εις την σκηνην του μαρτυριου λειτουργειν εν τοις αγιοις

31 και τον κριον της τελειωσεως λημψη και εψησεις τα κρεα εν τοπω αγιω

32 και εδονται ααρων και οι υιοι αυτου τα κρεα του κριου και τους αρτους τους εν τω κανω παρα τας θυρας της σκηνης του μαρτυριου

33 εδονται αυτα εν οις ηγιασθησαν εν αυτοις τελειωσαι τας χειρας αυτων αγιασαι αυτους και αλλογενης ουκ εδεται απ' αυτων εστιν γαρ αγια

34 εαν δε καταλειφθη απο των κρεων της θυσιας της τελειωσεως και των αρτων εως πρωι κατακαυσεις τα λοιπα πυρι ου βρωθησεται αγιασμα γαρ εστιν

35 και ποιησεις ααρων και τοις υιοις αυτου ουτως κατα παντα οσα ενετειλαμην σοι επτα ημερας τελειωσεις αυτων τας χειρας

36 και το μοσχαριον της αμαρτιας ποιησεις τη ημερα του καθαρισμου και καθαριεις το θυσιαστηριον εν τω αγιαζειν σε επ' αυτω και χρισεις αυτο ωστε αγιασαι αυτο

37 επτα ημερας καθαριεις το θυσιαστηριον και αγιασεις αυτο και εσται το θυσιαστηριον αγιον του αγιου πας ο απτομενος του θυσιαστηριου αγιασθησεται

38 και ταυτα εστιν α ποιησεις επι του θυσιαστηριου αμνους ενιαυσιους αμωμους δυο την ημεραν επι το θυσιαστηριον ενδελεχως καρπωμα ενδελεχισμου

39 τον αμνον τον ενα ποιησεις το πρωι και τον αμνον τον δευτερον ποιησεις το δειλινον

40 και δεκατον σεμιδαλεως πεφυραμενης εν ελαιω κεκομμενω τω τεταρτω του ιν και σπονδην το τεταρτον του ιν οινου τω αμνω τω ενι

41 και τον αμνον τον δευτερον ποιησεις το δειλινον κατα την θυσιαν την πρωινην και κατα την σπονδην αυτου ποιησεις εις οσμην ευωδιας καρπωμα κυριω

42 θυσιαν ενδελεχισμου εις γενεας υμων επι θυρας της σκηνης του μαρτυριου εναντι κυριου εν οις γνωσθησομαι σοι εκειθεν ωστε λαλησαι σοι

43 και ταξομαι εκει τοις υιοις ισραηλ και αγιασθησομαι εν δοξη μου

44 και αγιασω την σκηνην του μαρτυριου και το θυσιαστηριον και ααρων και τους υιους αυτου αγιασω ιερατευειν μοι

45 και επικληθησομαι εν τοις υιοις ισραηλ και εσομαι αυτων θεος

46 και γνωσονται οτι εγω ειμι κυριος ο θεος αυτων ο εξαγαγων αυτους εκ γης αιγυπτου επικληθηναι αυτοις και θεος ειναι αυτων

← Exodus第28章   Exodus第30章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 9985

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 353, 577, 925, 1071, 2177, 2180, 2187, ...

Apocalypse Revealed 10, 242, 278, 316, 378, 379, 392, ...

Heaven and Hell 287

Show Unpublished Work(s)



翻译:
分享: