Exodus第26章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第25章   Exodus第27章 →

1 και την σκηνην ποιησεις δεκα αυλαιας εκ βυσσου κεκλωσμενης και υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου χερουβιμ εργασια υφαντου ποιησεις αυτας

2 μηκος της αυλαιας της μιας οκτω και εικοσι πηχεων και ευρος τεσσαρων πηχεων η αυλαια η μια εσται μετρον το αυτο εσται πασαις ταις αυλαιαις

3 πεντε δε αυλαιαι εσονται εξ αλληλων εχομεναι η ετερα εκ της ετερας και πεντε αυλαιαι εσονται συνεχομεναι ετερα τη ετερα

4 και ποιησεις αυταις αγκυλας υακινθινας επι του χειλους της αυλαιας της μιας εκ του ενος μερους εις την συμβολην και ουτως ποιησεις επι του χειλους της αυλαιας της εξωτερας προς τη συμβολη τη δευτερα

5 πεντηκοντα αγκυλας ποιησεις τη αυλαια τη μια και πεντηκοντα αγκυλας ποιησεις εκ του μερους της αυλαιας κατα την συμβολην της δευτερας αντιπροσωποι αντιπιπτουσαι αλληλαις εις εκαστην

6 και ποιησεις κρικους πεντηκοντα χρυσους και συναψεις τας αυλαιας ετεραν τη ετερα τοις κρικοις και εσται η σκηνη μια

7 και ποιησεις δερρεις τριχινας σκεπην επι της σκηνης ενδεκα δερρεις ποιησεις αυτας

8 το μηκος της δερρεως της μιας εσται τριακοντα πηχεων και τεσσαρων πηχεων το ευρος της δερρεως της μιας μετρον το αυτο εσται ταις ενδεκα δερρεσι

9 και συναψεις τας πεντε δερρεις επι το αυτο και τας εξ δερρεις επι το αυτο και επιδιπλωσεις την δερριν την εκτην κατα προσωπον της σκηνης

10 και ποιησεις αγκυλας πεντηκοντα επι του χειλους της δερρεως της μιας της ανα μεσον κατα συμβολην και πεντηκοντα αγκυλας ποιησεις επι του χειλους της δερρεως της συναπτουσης της δευτερας

11 και ποιησεις κρικους χαλκους πεντηκοντα και συναψεις τους κρικους εκ των αγκυλων και συναψεις τας δερρεις και εσται εν

12 και υποθησεις το πλεοναζον εν ταις δερρεσιν της σκηνης το ημισυ της δερρεως το υπολελειμμενον υποκαλυψεις το πλεοναζον των δερρεων της σκηνης υποκαλυψεις οπισω της σκηνης

13 πηχυν εκ τουτου και πηχυν εκ τουτου εκ του υπερεχοντος των δερρεων εκ του μηκους των δερρεων της σκηνης εσται συγκαλυπτον επι τα πλαγια της σκηνης ενθεν και ενθεν ινα καλυπτη

14 και ποιησεις κατακαλυμμα τη σκηνη δερματα κριων ηρυθροδανωμενα και επικαλυμματα δερματα υακινθινα επανωθεν

15 και ποιησεις στυλους τη σκηνη εκ ξυλων ασηπτων

16 δεκα πηχεων ποιησεις τον στυλον τον ενα και πηχεος ενος και ημισους το πλατος του στυλου του ενος

17 δυο αγκωνισκους τω στυλω τω ενι αντιπιπτοντας ετερον τω ετερω ουτως ποιησεις πασι τοις στυλοις της σκηνης

18 και ποιησεις στυλους τη σκηνη εικοσι στυλους εκ του κλιτους του προς βορραν

19 και τεσσαρακοντα βασεις αργυρας ποιησεις τοις εικοσι στυλοις δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου και δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου

20 και το κλιτος το δευτερον το προς νοτον εικοσι στυλους

21 και τεσσαρακοντα βασεις αυτων αργυρας δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου και δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου

22 και εκ των οπισω της σκηνης κατα το μερος το προς θαλασσαν ποιησεις εξ στυλους

23 και δυο στυλους ποιησεις επι των γωνιων της σκηνης εκ των οπισθιων

24 και εσται εξ ισου κατωθεν κατα το αυτο εσονται ισοι εκ των κεφαλιδων εις συμβλησιν μιαν ουτως ποιησεις αμφοτεραις ταις δυσιν γωνιαις εστωσαν

25 και εσονται οκτω στυλοι και αι βασεις αυτων αργυραι δεκα εξ δυο βασεις τω στυλω τω ενι εις αμφοτερα τα μερη αυτου και δυο βασεις τω στυλω τω ενι

26 και ποιησεις μοχλους εκ ξυλων ασηπτων πεντε τω ενι στυλω εκ του ενος μερους της σκηνης

27 και πεντε μοχλους τω στυλω τω κλιτει της σκηνης τω δευτερω και πεντε μοχλους τω στυλω τω οπισθιω τω κλιτει της σκηνης τω προς θαλασσαν

28 και ο μοχλος ο μεσος ανα μεσον των στυλων διικνεισθω απο του ενος κλιτους εις το ετερον κλιτος

29 και τους στυλους καταχρυσωσεις χρυσιω και τους δακτυλιους ποιησεις χρυσους εις ους εισαξεις τους μοχλους και καταχρυσωσεις τους μοχλους χρυσιω

30 και αναστησεις την σκηνην κατα το ειδος το δεδειγμενον σοι εν τω ορει

31 και ποιησεις καταπετασμα εξ υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου νενησμενης εργον υφαντον ποιησεις αυτο χερουβιμ

32 και επιθησεις αυτο επι τεσσαρων στυλων ασηπτων κεχρυσωμενων χρυσιω και αι κεφαλιδες αυτων χρυσαι και αι βασεις αυτων τεσσαρες αργυραι

33 και θησεις το καταπετασμα επι τους στυλους και εισοισεις εκει εσωτερον του καταπετασματος την κιβωτον του μαρτυριου και διοριει το καταπετασμα υμιν ανα μεσον του αγιου και ανα μεσον του αγιου των αγιων

34 και κατακαλυψεις τω καταπετασματι την κιβωτον του μαρτυριου εν τω αγιω των αγιων

35 και θησεις την τραπεζαν εξωθεν του καταπετασματος και την λυχνιαν απεναντι της τραπεζης επι μερους της σκηνης το προς νοτον και την τραπεζαν θησεις επι μερους της σκηνης το προς βορραν

36 και ποιησεις επισπαστρον εξ υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου κεκλωσμενης εργον ποικιλτου

37 και ποιησεις τω καταπετασματι πεντε στυλους και χρυσωσεις αυτους χρυσιω και αι κεφαλιδες αυτων χρυσαι και χωνευσεις αυτοις πεντε βασεις χαλκας

← Exodus第25章   Exodus第27章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 9592

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 296, 308, 648, 2576, 3300, 3519, 3540, ...

Apocalypse Revealed 239, 342, 450, 529, 585, 586, 725, ...

Conjugial Love 75

Life 59, 61

Sacred Scripture 46, 97

True Christian Religion 220, 260, 284

Show Unpublished Work(s)



翻译:
分享: