Exodus第23章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第22章   Exodus第24章 →

1 ου παραδεξη ακοην ματαιαν ου συγκαταθηση μετα του αδικου γενεσθαι μαρτυς αδικος

2 ουκ εση μετα πλειονων επι κακια ου προστεθηση μετα πληθους εκκλιναι μετα πλειονων ωστε εκκλιναι κρισιν

3 και πενητα ουκ ελεησεις εν κρισει

4 εαν δε συναντησης τω βοι του εχθρου σου η τω υποζυγιω αυτου πλανωμενοις αποστρεψας αποδωσεις αυτω

5 εαν δε ιδης το υποζυγιον του εχθρου σου πεπτωκος υπο τον γομον αυτου ου παρελευση αυτο αλλα συνεγερεις αυτο μετ' αυτου

6 ου διαστρεψεις κριμα πενητος εν κρισει αυτου

7 απο παντος ρηματος αδικου αποστηση αθωον και δικαιον ουκ αποκτενεις και ου δικαιωσεις τον ασεβη ενεκεν δωρων

8 και δωρα ου λημψη τα γαρ δωρα εκτυφλοι οφθαλμους βλεποντων και λυμαινεται ρηματα δικαια

9 και προσηλυτον ου θλιψετε υμεις γαρ οιδατε την ψυχην του προσηλυτου αυτοι γαρ προσηλυτοι ητε εν γη αιγυπτω

10 εξ ετη σπερεις την γην σου και συναξεις τα γενηματα αυτης

11 τω δε εβδομω αφεσιν ποιησεις και ανησεις αυτην και εδονται οι πτωχοι του εθνους σου τα δε υπολειπομενα εδεται τα αγρια θηρια ουτως ποιησεις τον αμπελωνα σου και τον ελαιωνα σου

12 εξ ημερας ποιησεις τα εργα σου τη δε ημερα τη εβδομη αναπαυσις ινα αναπαυσηται ο βους σου και το υποζυγιον σου και ινα αναψυξη ο υιος της παιδισκης σου και ο προσηλυτος

13 παντα οσα ειρηκα προς υμας φυλαξασθε και ονομα θεων ετερων ουκ αναμνησθησεσθε ουδε μη ακουσθη εκ του στοματος υμων

14 τρεις καιρους του ενιαυτου εορτασατε μοι

15 την εορτην των αζυμων φυλαξασθε ποιειν επτα ημερας εδεσθε αζυμα καθαπερ ενετειλαμην σοι κατα τον καιρον του μηνος των νεων εν γαρ αυτω εξηλθες εξ αιγυπτου ουκ οφθηση ενωπιον μου κενος

16 και εορτην θερισμου πρωτογενηματων ποιησεις των εργων σου ων εαν σπειρης εν τω αγρω σου και εορτην συντελειας επ' εξοδου του ενιαυτου εν τη συναγωγη των εργων σου των εκ του αγρου σου

17 τρεις καιρους του ενιαυτου οφθησεται παν αρσενικον σου ενωπιον κυριου του θεου σου

18 οταν γαρ εκβαλω εθνη απο προσωπου σου και εμπλατυνω τα ορια σου ου θυσεις επι ζυμη αιμα θυσιασματος μου ουδε μη κοιμηθη στεαρ της εορτης μου εως πρωι

19 τας απαρχας των πρωτογενηματων της γης σου εισοισεις εις τον οικον κυριου του θεου σου ουχ εψησεις αρνα εν γαλακτι μητρος αυτου

20 και ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου ινα φυλαξη σε εν τη οδω οπως εισαγαγη σε εις την γην ην ητοιμασα σοι

21 προσεχε σεαυτω και εισακουε αυτου και μη απειθει αυτω ου γαρ μη υποστειληται σε το γαρ ονομα μου εστιν επ' αυτω

22 εαν ακοη ακουσητε της εμης φωνης και ποιησης παντα οσα αν εντειλωμαι σοι και φυλαξητε την διαθηκην μου εσεσθε μοι λαος περιουσιος απο παντων των εθνων εμη γαρ εστιν πασα η γη υμεις δε εσεσθε μοι βασιλειον ιερατευμα και εθνος αγιον ταυτα τα ρηματα ερεις τοις υιοις ισραηλ εαν ακοη ακουσητε της φωνης μου και ποιησης παντα οσα αν ειπω σοι εχθρευσω τοις εχθροις σου και αντικεισομαι τοις αντικειμενοις σοι

23 πορευσεται γαρ ο αγγελος μου ηγουμενος σου και εισαξει σε προς τον αμορραιον και χετταιον και φερεζαιον και χαναναιον και γεργεσαιον και ευαιον και ιεβουσαιον και εκτριψω αυτους

24 ου προσκυνησεις τοις θεοις αυτων ουδε μη λατρευσης αυτοις ου ποιησεις κατα τα εργα αυτων αλλα καθαιρεσει καθελεις και συντριβων συντριψεις τας στηλας αυτων

25 και λατρευσεις κυριω τω θεω σου και ευλογησω τον αρτον σου και τον οινον σου και το υδωρ σου και αποστρεψω μαλακιαν αφ' υμων

26 ουκ εσται αγονος ουδε στειρα επι της γης σου τον αριθμον των ημερων σου αναπληρωσω

27 και τον φοβον αποστελω ηγουμενον σου και εκστησω παντα τα εθνη εις ους συ εισπορευη εις αυτους και δωσω παντας τους υπεναντιους σου φυγαδας

28 και αποστελω τας σφηκιας προτερας σου και εκβαλει τους αμορραιους και τους ευαιους και τους χαναναιους και τους χετταιους απο σου

29 ουκ εκβαλω αυτους εν ενιαυτω ενι ινα μη γενηται η γη ερημος και πολλα γενηται επι σε τα θηρια της γης

30 κατα μικρον μικρον εκβαλω αυτους απο σου εως αν αυξηθης και κληρονομησης την γην

31 και θησω τα ορια σου απο της ερυθρας θαλασσης εως της θαλασσης της φυλιστιιμ και απο της ερημου εως του μεγαλου ποταμου ευφρατου και παραδωσω εις τας χειρας υμων τους εγκαθημενους εν τη γη και εκβαλω αυτους απο σου

32 ου συγκαταθηση αυτοις και τοις θεοις αυτων διαθηκην

33 και ουκ εγκαθησονται εν τη γη σου ινα μη αμαρτειν σε ποιησωσιν προς με εαν γαρ δουλευσης τοις θεοις αυτων ουτοι εσονται σοι προσκομμα

← Exodus第22章   Exodus第24章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 9246

本章评论:



翻译:
分享: