Exodus第22章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第21章   Exodus第23章 →

1 εαν δε εν τω διορυγματι ευρεθη ο κλεπτης και πληγεις αποθανη ουκ εστιν αυτω φονος

2 εαν δε ανατειλη ο ηλιος επ' αυτω ενοχος εστιν ανταποθανειται εαν δε μη υπαρχη αυτω πραθητω αντι του κλεμματος

3 εαν δε καταλημφθη και ευρεθη εν τη χειρι αυτου το κλεμμα απο τε ονου εως προβατου ζωντα διπλα αυτα αποτεισει

4 εαν δε καταβοσκηση τις αγρον η αμπελωνα και αφη το κτηνος αυτου καταβοσκησαι αγρον ετερον αποτεισει εκ του αγρου αυτου κατα το γενημα αυτου εαν δε παντα τον αγρον καταβοσκηση τα βελτιστα του αγρου αυτου και τα βελτιστα του αμπελωνος αυτου αποτεισει

5 εαν δε εξελθον πυρ ευρη ακανθας και προσεμπρηση αλωνα η σταχυς η πεδιον αποτεισει ο το πυρ εκκαυσας

6 εαν δε τις δω τω πλησιον αργυριον η σκευη φυλαξαι και κλαπη εκ της οικιας του ανθρωπου εαν ευρεθη ο κλεψας αποτεισει διπλουν

7 εαν δε μη ευρεθη ο κλεψας προσελευσεται ο κυριος της οικιας ενωπιον του θεου και ομειται η μην μη αυτος πεπονηρευσθαι εφ' ολης της παρακαταθηκης του πλησιον

8 κατα παν ρητον αδικημα περι τε μοσχου και υποζυγιου και προβατου και ιματιου και πασης απωλειας της εγκαλουμενης ο τι ουν αν η ενωπιον του θεου ελευσεται η κρισις αμφοτερων και ο αλους δια του θεου αποτεισει διπλουν τω πλησιον

9 εαν δε τις δω τω πλησιον υποζυγιον η μοσχον η προβατον η παν κτηνος φυλαξαι και συντριβη η τελευτηση η αιχμαλωτον γενηται και μηδεις γνω

10 ορκος εσται του θεου ανα μεσον αμφοτερων η μην μη αυτον πεπονηρευσθαι καθ' ολης της παρακαταθηκης του πλησιον και ουτως προσδεξεται ο κυριος αυτου και ουκ αποτεισει

11 εαν δε κλαπη παρ' αυτου αποτεισει τω κυριω

12 εαν δε θηριαλωτον γενηται αξει αυτον επι την θηραν και ουκ αποτεισει

13 εαν δε αιτηση τις παρα του πλησιον και συντριβη η αποθανη η αιχμαλωτον γενηται ο δε κυριος μη η μετ' αυτου αποτεισει

14 εαν δε ο κυριος η μετ' αυτου ουκ αποτεισει εαν δε μισθωτος η εσται αυτω αντι του μισθου αυτου

15 εαν δε απατηση τις παρθενον αμνηστευτον και κοιμηθη μετ' αυτης φερνη φερνιει αυτην αυτω γυναικα

16 εαν δε ανανευων ανανευση και μη βουληται ο πατηρ αυτης δουναι αυτην αυτω γυναικα αργυριον αποτεισει τω πατρι καθ' οσον εστιν η φερνη των παρθενων

17 φαρμακους ου περιποιησετε

18 παν κοιμωμενον μετα κτηνους θανατω αποκτενειτε αυτους

19 ο θυσιαζων θεοις θανατω ολεθρευθησεται πλην κυριω μονω

20 και προσηλυτον ου κακωσετε ουδε μη θλιψητε αυτον ητε γαρ προσηλυτοι εν γη αιγυπτω

21 πασαν χηραν και ορφανον ου κακωσετε

22 εαν δε κακια κακωσητε αυτους και κεκραξαντες καταβοησωσι προς με ακοη εισακουσομαι της φωνης αυτων

23 και οργισθησομαι θυμω και αποκτενω υμας μαχαιρα και εσονται αι γυναικες υμων χηραι και τα παιδια υμων ορφανα

24 εαν δε αργυριον εκδανεισης τω αδελφω τω πενιχρω παρα σοι ουκ εση αυτον κατεπειγων ουκ επιθησεις αυτω τοκον

25 εαν δε ενεχυρασμα ενεχυρασης το ιματιον του πλησιον προ δυσμων ηλιου αποδωσεις αυτω

26 εστιν γαρ τουτο περιβολαιον αυτου μονον τουτο το ιματιον ασχημοσυνης αυτου εν τινι κοιμηθησεται εαν ουν καταβοηση προς με εισακουσομαι αυτου ελεημων γαρ ειμι

27 θεους ου κακολογησεις και αρχοντας του λαου σου ου κακως ερεις

28 απαρχας αλωνος και ληνου σου ου καθυστερησεις τα πρωτοτοκα των υιων σου δωσεις εμοι

29 ουτως ποιησεις τον μοσχον σου και το προβατον σου και το υποζυγιον σου επτα ημερας εσται υπο την μητερα τη δε ογδοη ημερα αποδωσεις μοι αυτο

30 και ανδρες αγιοι εσεσθε μοι και κρεας θηριαλωτον ουκ εδεσθε τω κυνι απορριψατε αυτο

← Exodus第21章   Exodus第23章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 9123

本章评论:



翻译:
分享: