Exodus第12章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第11章   Exodus第13章 →

1 ειπεν δε κυριος προς μωυσην και ααρων εν γη αιγυπτου λεγων

2 ο μην ουτος υμιν αρχη μηνων πρωτος εστιν υμιν εν τοις μησιν του ενιαυτου

3 λαλησον προς πασαν συναγωγην υιων ισραηλ λεγων τη δεκατη του μηνος τουτου λαβετωσαν εκαστος προβατον κατ' οικους πατριων εκαστος προβατον κατ' οικιαν

4 εαν δε ολιγοστοι ωσιν οι εν τη οικια ωστε μη ικανους ειναι εις προβατον συλλημψεται μεθ' εαυτου τον γειτονα τον πλησιον αυτου κατα αριθμον ψυχων εκαστος το αρκουν αυτω συναριθμησεται εις προβατον

5 προβατον τελειον αρσεν ενιαυσιον εσται υμιν απο των αρνων και των εριφων λημψεσθε

6 και εσται υμιν διατετηρημενον εως της τεσσαρεσκαιδεκατης του μηνος τουτου και σφαξουσιν αυτο παν το πληθος συναγωγης υιων ισραηλ προς εσπεραν

7 και λημψονται απο του αιματος και θησουσιν επι των δυο σταθμων και επι την φλιαν εν τοις οικοις εν οις εαν φαγωσιν αυτα εν αυτοις

8 και φαγονται τα κρεα τη νυκτι ταυτη οπτα πυρι και αζυμα επι πικριδων εδονται

9 ουκ εδεσθε απ' αυτων ωμον ουδε ηψημενον εν υδατι αλλ' η οπτα πυρι κεφαλην συν τοις ποσιν και τοις ενδοσθιοις

10 ουκ απολειψετε απ' αυτου εως πρωι και οστουν ου συντριψετε απ' αυτου τα δε καταλειπομενα απ' αυτου εως πρωι εν πυρι κατακαυσετε

11 ουτως δε φαγεσθε αυτο αι οσφυες υμων περιεζωσμεναι και τα υποδηματα εν τοις ποσιν υμων και αι βακτηριαι εν ταις χερσιν υμων και εδεσθε αυτο μετα σπουδης πασχα εστιν κυριω

12 και διελευσομαι εν γη αιγυπτω εν τη νυκτι ταυτη και παταξω παν πρωτοτοκον εν γη αιγυπτω απο ανθρωπου εως κτηνους και εν πασι τοις θεοις των αιγυπτιων ποιησω την εκδικησιν εγω κυριος

13 και εσται το αιμα υμιν εν σημειω επι των οικιων εν αις υμεις εστε εκει και οψομαι το αιμα και σκεπασω υμας και ουκ εσται εν υμιν πληγη του εκτριβηναι οταν παιω εν γη αιγυπτω

14 και εσται η ημερα υμιν αυτη μνημοσυνον και εορτασετε αυτην εορτην κυριω εις πασας τας γενεας υμων νομιμον αιωνιον εορτασετε αυτην

15 επτα ημερας αζυμα εδεσθε απο δε της ημερας της πρωτης αφανιειτε ζυμην εκ των οικιων υμων πας ος αν φαγη ζυμην εξολεθρευθησεται η ψυχη εκεινη εξ ισραηλ απο της ημερας της πρωτης εως της ημερας της εβδομης

16 και η ημερα η πρωτη κληθησεται αγια και η ημερα η εβδομη κλητη αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε εν αυταις πλην οσα ποιηθησεται παση ψυχη τουτο μονον ποιηθησεται υμιν

17 και φυλαξεσθε την εντολην ταυτην εν γαρ τη ημερα ταυτη εξαξω την δυναμιν υμων εκ γης αιγυπτου και ποιησετε την ημεραν ταυτην εις γενεας υμων νομιμον αιωνιον

18 εναρχομενου τη τεσσαρεσκαιδεκατη ημερα του μηνος του πρωτου αφ' εσπερας εδεσθε αζυμα εως ημερας μιας και εικαδος του μηνος εως εσπερας

19 επτα ημερας ζυμη ουχ ευρεθησεται εν ταις οικιαις υμων πας ος αν φαγη ζυμωτον εξολεθρευθησεται η ψυχη εκεινη εκ συναγωγης ισραηλ εν τε τοις γειωραις και αυτοχθοσιν της γης

20 παν ζυμωτον ουκ εδεσθε εν παντι δε κατοικητηριω υμων εδεσθε αζυμα

21 εκαλεσεν δε μωυσης πασαν γερουσιαν υιων ισραηλ και ειπεν προς αυτους απελθοντες λαβετε υμιν εαυτοις προβατον κατα συγγενειας υμων και θυσατε το πασχα

22 λημψεσθε δε δεσμην υσσωπου και βαψαντες απο του αιματος του παρα την θυραν καθιξετε της φλιας και επ' αμφοτερων των σταθμων απο του αιματος ο εστιν παρα την θυραν υμεις δε ουκ εξελευσεσθε εκαστος την θυραν του οικου αυτου εως πρωι

23 και παρελευσεται κυριος παταξαι τους αιγυπτιους και οψεται το αιμα επι της φλιας και επ' αμφοτερων των σταθμων και παρελευσεται κυριος την θυραν και ουκ αφησει τον ολεθρευοντα εισελθειν εις τας οικιας υμων παταξαι

24 και φυλαξεσθε το ρημα τουτο νομιμον σεαυτω και τοις υιοις σου εως αιωνος

25 εαν δε εισελθητε εις την γην ην αν δω κυριος υμιν καθοτι ελαλησεν φυλαξεσθε την λατρειαν ταυτην

26 και εσται εαν λεγωσιν προς υμας οι υιοι υμων τις η λατρεια αυτη

27 και ερειτε αυτοις θυσια το πασχα τουτο κυριω ως εσκεπασεν τους οικους των υιων ισραηλ εν αιγυπτω ηνικα επαταξεν τους αιγυπτιους τους δε οικους ημων ερρυσατο και κυψας ο λαος προσεκυνησεν

28 και απελθοντες εποιησαν οι υιοι ισραηλ καθα ενετειλατο κυριος τω μωυση και ααρων ουτως εποιησαν

29 εγενηθη δε μεσουσης της νυκτος και κυριος επαταξεν παν πρωτοτοκον εν γη αιγυπτω απο πρωτοτοκου φαραω του καθημενου επι του θρονου εως πρωτοτοκου της αιχμαλωτιδος της εν τω λακκω και εως πρωτοτοκου παντος κτηνους

30 και αναστας φαραω νυκτος και παντες οι θεραποντες αυτου και παντες οι αιγυπτιοι και εγενηθη κραυγη μεγαλη εν παση γη αιγυπτω ου γαρ ην οικια εν η ουκ ην εν αυτη τεθνηκως

31 και εκαλεσεν φαραω μωυσην και ααρων νυκτος και ειπεν αυτοις αναστητε και εξελθατε εκ του λαου μου και υμεις και οι υιοι ισραηλ βαδιζετε και λατρευσατε κυριω τω θεω υμων καθα λεγετε

32 και τα προβατα και τους βοας υμων αναλαβοντες πορευεσθε ευλογησατε δε καμε

33 και κατεβιαζοντο οι αιγυπτιοι τον λαον σπουδη εκβαλειν αυτους εκ της γης ειπαν γαρ οτι παντες ημεις αποθνησκομεν

34 ανελαβεν δε ο λαος το σταις προ του ζυμωθηναι τα φυραματα αυτων ενδεδεμενα εν τοις ιματιοις αυτων επι των ωμων

35 οι δε υιοι ισραηλ εποιησαν καθα συνεταξεν αυτοις μωυσης και ητησαν παρα των αιγυπτιων σκευη αργυρα και χρυσα και ιματισμον

36 και κυριος εδωκεν την χαριν τω λαω αυτου εναντιον των αιγυπτιων και εχρησαν αυτοις και εσκυλευσαν τους αιγυπτιους

37 απαραντες δε οι υιοι ισραηλ εκ ραμεσση εις σοκχωθα εις εξακοσιας χιλιαδας πεζων οι ανδρες πλην της αποσκευης

38 και επιμικτος πολυς συνανεβη αυτοις και προβατα και βοες και κτηνη πολλα σφοδρα

39 και επεψαν το σταις ο εξηνεγκαν εξ αιγυπτου εγκρυφιας αζυμους ου γαρ εζυμωθη εξεβαλον γαρ αυτους οι αιγυπτιοι και ουκ ηδυνηθησαν επιμειναι ουδε επισιτισμον εποιησαν εαυτοις εις την οδον

40 η δε κατοικησις των υιων ισραηλ ην κατωκησαν εν γη αιγυπτω και εν γη χανααν ετη τετρακοσια τριακοντα

41 και εγενετο μετα τα τετρακοσια τριακοντα ετη εξηλθεν πασα η δυναμις κυριου εκ γης αιγυπτου

42 νυκτος προφυλακη εστιν τω κυριω ωστε εξαγαγειν αυτους εκ γης αιγυπτου εκεινη η νυξ αυτη προφυλακη κυριω ωστε πασι τοις υιοις ισραηλ ειναι εις γενεας αυτων

43 ειπεν δε κυριος προς μωυσην και ααρων λεγων ουτος ο νομος του πασχα πας αλλογενης ουκ εδεται απ' αυτου

44 και παν οικετην τινος η αργυρωνητον περιτεμεις αυτον και τοτε φαγεται απ' αυτου

45 παροικος η μισθωτος ουκ εδεται απ' αυτου

46 εν οικια μια βρωθησεται και ουκ εξοισετε εκ της οικιας των κρεων εξω και οστουν ου συντριψετε απ' αυτου

47 πασα συναγωγη υιων ισραηλ ποιησει αυτο

48 εαν δε τις προσελθη προς υμας προσηλυτος ποιησαι το πασχα κυριω περιτεμεις αυτου παν αρσενικον και τοτε προσελευσεται ποιησαι αυτο και εσται ωσπερ και ο αυτοχθων της γης πας απεριτμητος ουκ εδεται απ' αυτου

49 νομος εις εσται τω εγχωριω και τω προσελθοντι προσηλυτω εν υμιν

50 και εποιησαν οι υιοι ισραηλ καθα ενετειλατο κυριος τω μωυση και ααρων προς αυτους ουτως εποιησαν

51 και εγενετο εν τη ημερα εκεινη εξηγαγεν κυριος τους υιους ισραηλ εκ γης αιγυπτου συν δυναμει αυτων

← Exodus第11章   Exodus第13章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 7822, 7823

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 149, 592, 1001, 1463, 1502, 1551, 1845, ...

Apocalypse Revealed 10, 379, 440, 503, 657, 862, 935

Faith 54

True Christian Religion 706

Show Unpublished Work(s)



翻译:
分享: