Deuteronomy第6章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Deuteronomy第5章   Deuteronomy第7章 →

1 και αυται αι εντολαι και τα δικαιωματα και τα κριματα οσα ενετειλατο κυριος ο θεος ημων διδαξαι υμας ποιειν ουτως εν τη γη εις ην υμεις εισπορευεσθε εκει κληρονομησαι αυτην

2 ινα φοβησθε κυριον τον θεον υμων φυλασσεσθαι παντα τα δικαιωματα αυτου και τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον συ και οι υιοι σου και οι υιοι των υιων σου πασας τας ημερας της ζωης σου ινα μακροημερευσητε

3 και ακουσον ισραηλ και φυλαξαι ποιειν οπως ευ σοι η και ινα πληθυνθητε σφοδρα καθαπερ ελαλησεν κυριος ο θεος των πατερων σου δουναι σοι γην ρεουσαν γαλα και μελι

4 και ταυτα τα δικαιωματα και τα κριματα οσα ενετειλατο κυριος τοις υιοις ισραηλ εν τη ερημω εξελθοντων αυτων εκ γης αιγυπτου ακουε ισραηλ κυριος ο θεος ημων κυριος εις εστιν

5 και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της δυναμεως σου

6 και εσται τα ρηματα ταυτα οσα εγω εντελλομαι σοι σημερον εν τη καρδια σου και εν τη ψυχη σου

7 και προβιβασεις αυτα τους υιους σου και λαλησεις εν αυτοις καθημενος εν οικω και πορευομενος εν οδω και κοιταζομενος και διανισταμενος

8 και αφαψεις αυτα εις σημειον επι της χειρος σου και εσται ασαλευτον προ οφθαλμων σου

9 και γραψετε αυτα επι τας φλιας των οικιων υμων και των πυλων υμων

10 και εσται οταν εισαγαγη σε κυριος ο θεος σου εις την γην ην ωμοσεν τοις πατρασιν σου τω αβρααμ και ισαακ και ιακωβ δουναι σοι πολεις μεγαλας και καλας ας ουκ ωκοδομησας

11 οικιας πληρεις παντων αγαθων ας ουκ ενεπλησας λακκους λελατομημενους ους ουκ εξελατομησας αμπελωνας και ελαιωνας ους ου κατεφυτευσας και φαγων και εμπλησθεις

12 προσεχε σεαυτω μη επιλαθη κυριου του θεου σου του εξαγαγοντος σε εκ γης αιγυπτου εξ οικου δουλειας

13 κυριον τον θεον σου φοβηθηση και αυτω λατρευσεις και προς αυτον κολληθηση και τω ονοματι αυτου ομη

14 ου πορευσεσθε οπισω θεων ετερων απο των θεων των εθνων των περικυκλω υμων

15 οτι θεος ζηλωτης κυριος ο θεος σου εν σοι μη οργισθεις θυμωθη κυριος ο θεος σου εν σοι και εξολεθρευση σε απο προσωπου της γης

16 ουκ εκπειρασεις κυριον τον θεον σου ον τροπον εξεπειρασασθε εν τω πειρασμω

17 φυλασσων φυλαξη τας εντολας κυριου του θεου σου τα μαρτυρια και τα δικαιωματα οσα ενετειλατο σοι

18 και ποιησεις το αρεστον και το καλον εναντιον κυριου του θεου υμων ινα ευ σοι γενηται και εισελθης και κληρονομησης την γην την αγαθην ην ωμοσεν κυριος τοις πατρασιν υμων

19 εκδιωξαι παντας τους εχθρους σου προ προσωπου σου καθα ελαλησεν

20 και εσται οταν ερωτηση σε ο υιος σου αυριον λεγων τι εστιν τα μαρτυρια και τα δικαιωματα και τα κριματα οσα ενετειλατο κυριος ο θεος ημων ημιν

21 και ερεις τω υιω σου οικεται ημεν τω φαραω εν γη αιγυπτω και εξηγαγεν ημας κυριος εκειθεν εν χειρι κραταια και εν βραχιονι υψηλω

22 και εδωκεν κυριος σημεια και τερατα μεγαλα και πονηρα εν αιγυπτω εν φαραω και εν τω οικω αυτου ενωπιον ημων

23 και ημας εξηγαγεν εκειθεν ινα εισαγαγη ημας δουναι ημιν την γην ταυτην ην ωμοσεν δουναι τοις πατρασιν ημων

24 και ενετειλατο ημιν κυριος ποιειν παντα τα δικαιωματα ταυτα φοβεισθαι κυριον τον θεον ημων ινα ευ η ημιν πασας τας ημερας ινα ζωμεν ωσπερ και σημερον

25 και ελεημοσυνη εσται ημιν εαν φυλασσωμεθα ποιειν πασας τας εντολας ταυτας εναντιον κυριου του θεου ημων καθα ενετειλατο ημιν κυριος

← Deuteronomy第5章   Deuteronomy第7章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 396, 1038, 2225, 2842, 2921, 2930, 4197 ...

Apocalypse Revealed 216, 347, 474, 527, 635, 681

Conjugial Love 315

Divine Love and Wisdom 282

The Lord 45

True Christian Religion 6, 81

Show Unpublished Work(s)




翻译:
分享: