Deuteronomy第28章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Deuteronomy第27章   Deuteronomy第29章 →

1 και εσται ως αν διαβητε τον ιορδανην εις την γην ην κυριος ο θεος υμων διδωσιν υμιν εαν ακοη εισακουσητε της φωνης κυριου του θεου υμων φυλασσειν και ποιειν πασας τας εντολας αυτου ας εγω εντελλομαι σοι σημερον και δωσει σε κυριος ο θεος σου υπερανω παντων των εθνων της γης

2 και ηξουσιν επι σε πασαι αι ευλογιαι αυται και ευρησουσιν σε εαν ακοη ακουσης της φωνης κυριου του θεου σου

3 ευλογημενος συ εν πολει και ευλογημενος συ εν αγρω

4 ευλογημενα τα εκγονα της κοιλιας σου και τα γενηματα της γης σου τα βουκολια των βοων σου και τα ποιμνια των προβατων σου

5 ευλογημεναι αι αποθηκαι σου και τα εγκαταλειμματα σου

6 ευλογημενος συ εν τω εισπορευεσθαι σε και ευλογημενος συ εν τω εκπορευεσθαι σε

7 παραδω κυριος ο θεος σου τους εχθρους σου τους ανθεστηκοτας σοι συντετριμμενους προ προσωπου σου οδω μια εξελευσονται προς σε και εν επτα οδοις φευξονται απο προσωπου σου

8 αποστειλαι κυριος επι σε την ευλογιαν εν τοις ταμιειοις σου και εν πασιν ου αν επιβαλης την χειρα σου επι της γης ης κυριος ο θεος σου διδωσιν σοι

9 αναστησαι σε κυριος ο θεος σου εαυτω λαον αγιον ον τροπον ωμοσεν τοις πατρασιν σου εαν εισακουσης της φωνης κυριου του θεου σου και πορευθης εν ταις οδοις αυτου

10 και οψονται σε παντα τα εθνη της γης οτι το ονομα κυριου επικεκληται σοι και φοβηθησονται σε

11 και πληθυνει σε κυριος ο θεος σου εις αγαθα επι τοις εκγονοις της κοιλιας σου και επι τοις γενημασιν της γης σου και επι τοις εκγονοις των κτηνων σου επι της γης ης ωμοσεν κυριος τοις πατρασιν σου δουναι σοι

12 ανοιξαι σοι κυριος τον θησαυρον αυτου τον αγαθον τον ουρανον δουναι τον υετον τη γη σου επι καιρου αυτου ευλογησαι παντα τα εργα των χειρων σου και δανιεις εθνεσιν πολλοις συ δε ου δανιη και αρξεις συ εθνων πολλων σου δε ουκ αρξουσιν

13 καταστησαι σε κυριος ο θεος σου εις κεφαλην και μη εις ουραν και εση τοτε επανω και ουκ εση υποκατω εαν ακουσης των εντολων κυριου του θεου σου οσα εγω εντελλομαι σοι σημερον φυλασσειν και ποιειν

14 ου παραβηση απο παντων των λογων ων εγω εντελλομαι σοι σημερον δεξια ουδε αριστερα πορευεσθαι οπισω θεων ετερων λατρευειν αυτοις

15 και εσται εαν μη εισακουσης της φωνης κυριου του θεου σου φυλασσειν και ποιειν πασας τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον και ελευσονται επι σε πασαι αι καταραι αυται και καταλημψονται σε

16 επικαταρατος συ εν πολει και επικαταρατος συ εν αγρω

17 επικαταρατοι αι αποθηκαι σου και τα εγκαταλειμματα σου

18 επικαταρατα τα εκγονα της κοιλιας σου και τα γενηματα της γης σου τα βουκολια των βοων σου και τα ποιμνια των προβατων σου

19 επικαταρατος συ εν τω εκπορευεσθαι σε και επικαταρατος συ εν τω εισπορευεσθαι σε

20 εξαποστειλαι κυριος σοι την ενδειαν και την εκλιμιαν και την αναλωσιν επι παντα ου αν επιβαλης την χειρα σου οσα εαν ποιησης εως αν εξολεθρευση σε και εως αν απολεση σε εν ταχει δια τα πονηρα επιτηδευματα σου διοτι εγκατελιπες με

21 προσκολλησαι κυριος εις σε τον θανατον εως αν εξαναλωση σε απο της γης εις ην συ εισπορευη εκει κληρονομησαι αυτην

22 παταξαι σε κυριος απορια και πυρετω και ριγει και ερεθισμω και φονω και ανεμοφθορια και τη ωχρα και καταδιωξονται σε εως αν απολεσωσιν σε

23 και εσται σοι ο ουρανος ο υπερ κεφαλης σου χαλκους και η γη η υποκατω σου σιδηρα

24 δωη κυριος τον υετον τη γη σου κονιορτον και χους εκ του ουρανου καταβησεται επι σε εως αν εκτριψη σε και εως αν απολεση σε

25 δωη σε κυριος επικοπην εναντιον των εχθρων σου εν οδω μια εξελευση προς αυτους και εν επτα οδοις φευξη απο προσωπου αυτων και εση εν διασπορα εν πασαις ταις βασιλειαις της γης

26 και εσονται οι νεκροι υμων καταβρωμα τοις πετεινοις του ουρανου και τοις θηριοις της γης και ουκ εσται ο αποσοβων

27 παταξαι σε κυριος εν ελκει αιγυπτιω εν ταις εδραις και ψωρα αγρια και κνηφη ωστε μη δυνασθαι σε ιαθηναι

28 παταξαι σε κυριος παραπληξια και αορασια και εκστασει διανοιας

29 και εση ψηλαφων μεσημβριας ωσει ψηλαφησαι ο τυφλος εν τω σκοτει και ουκ ευοδωσει τας οδους σου και εση τοτε αδικουμενος και διαρπαζομενος πασας τας ημερας και ουκ εσται σοι ο βοηθων

30 γυναικα λημψη και ανηρ ετερος εξει αυτην οικιαν οικοδομησεις και ουκ οικησεις εν αυτη αμπελωνα φυτευσεις και ου τρυγησεις αυτον

31 ο μοσχος σου εσφαγμενος εναντιον σου και ου φαγη εξ αυτου ο ονος σου ηρπασμενος απο σου και ουκ αποδοθησεται σοι τα προβατα σου δεδομενα τοις εχθροις σου και ουκ εσται σοι ο βοηθων

32 οι υιοι σου και αι θυγατερες σου δεδομεναι εθνει ετερω και οι οφθαλμοι σου βλεψονται σφακελιζοντες εις αυτα και ουκ ισχυσει η χειρ σου

33 τα εκφορια της γης σου και παντας τους πονους σου φαγεται εθνος ο ουκ επιστασαι και εση αδικουμενος και τεθραυσμενος πασας τας ημερας

34 και εση παραπληκτος δια τα οραματα των οφθαλμων σου α βλεψη

35 παταξαι σε κυριος εν ελκει πονηρω επι τα γονατα και επι τας κνημας ωστε μη δυνασθαι σε ιαθηναι απο ιχνους των ποδων σου εως της κορυφης σου

36 απαγαγοι κυριος σε και τους αρχοντας σου ους εαν καταστησης επι σεαυτον εις εθνος ο ουκ επιστασαι συ και οι πατερες σου και λατρευσεις εκει θεοις ετεροις ξυλοις και λιθοις

37 και εση εκει εν αινιγματι και παραβολη και διηγηματι εν πασιν τοις εθνεσιν εις ους αν απαγαγη σε κυριος εκει

38 σπερμα πολυ εξοισεις εις το πεδιον και ολιγα εισοισεις οτι κατεδεται αυτα η ακρις

39 αμπελωνα φυτευσεις και κατεργα και οινον ου πιεσαι ουδε ευφρανθηση εξ αυτου οτι καταφαγεται αυτα ο σκωληξ

40 ελαιαι εσονται σοι εν πασι τοις οριοις σου και ελαιον ου χριση οτι εκρυησεται η ελαια σου

41 υιους και θυγατερας γεννησεις και ουκ εσονται σοι απελευσονται γαρ εν αιχμαλωσια

42 παντα τα ξυλινα σου και τα γενηματα της γης σου εξαναλωσει η ερυσιβη

43 ο προσηλυτος ος εστιν εν σοι αναβησεται επι σε ανω ανω συ δε καταβηση κατω κατω

44 ουτος δανιει σοι συ δε τουτω ου δανιεις ουτος εσται κεφαλη συ δε εση ουρα

45 και ελευσονται επι σε πασαι αι καταραι αυται και καταδιωξονται σε και καταλημψονται σε εως αν εξολεθρευση σε και εως αν απολεση σε οτι ουκ εισηκουσας της φωνης κυριου του θεου σου φυλαξαι τας εντολας αυτου και τα δικαιωματα αυτου οσα ενετειλατο σοι

46 και εσται εν σοι σημεια και τερατα και εν τω σπερματι σου εως του αιωνος

47 ανθ' ων ουκ ελατρευσας κυριω τω θεω σου εν ευφροσυνη και αγαθη καρδια δια το πληθος παντων

48 και λατρευσεις τοις εχθροις σου ους επαποστελει κυριος επι σε εν λιμω και εν διψει και εν γυμνοτητι και εν εκλειψει παντων και επιθησει κλοιον σιδηρουν επι τον τραχηλον σου εως αν εξολεθρευση σε

49 επαξει κυριος επι σε εθνος μακροθεν απ' εσχατου της γης ωσει ορμημα αετου εθνος ο ουκ ακουση της φωνης αυτου

50 εθνος αναιδες προσωπω οστις ου θαυμασει προσωπον πρεσβυτου και νεον ουκ ελεησει

51 και κατεδεται τα εκγονα των κτηνων σου και τα γενηματα της γης σου ωστε μη καταλιπειν σοι σιτον οινον ελαιον τα βουκολια των βοων σου και τα ποιμνια των προβατων σου εως αν απολεση σε

52 και εκτριψη σε εν πασαις ταις πολεσιν σου εως αν καθαιρεθωσιν τα τειχη σου τα υψηλα και τα οχυρα εφ' οις συ πεποιθας επ' αυτοις εν παση τη γη σου και θλιψει σε εν πασαις ταις πολεσιν σου αις εδωκεν σοι κυριος ο θεος σου

53 και φαγη τα εκγονα της κοιλιας σου κρεα υιων σου και θυγατερων σου οσα εδωκεν σοι κυριος ο θεος σου εν τη στενοχωρια σου και εν τη θλιψει σου η θλιψει σε ο εχθρος σου

54 ο απαλος εν σοι και ο τρυφερος σφοδρα βασκανει τω οφθαλμω τον αδελφον και την γυναικα την εν τω κολπω αυτου και τα καταλελειμμενα τεκνα α αν καταλειφθη

55 ωστε δουναι ενι αυτων απο των σαρκων των τεκνων αυτου ων αν κατεσθη δια το μη καταλειφθηναι αυτω μηθεν εν τη στενοχωρια σου και εν τη θλιψει σου η αν θλιψωσιν σε οι εχθροι σου εν πασαις ταις πολεσιν σου

56 και η απαλη εν υμιν και η τρυφερα σφοδρα ης ουχι πειραν ελαβεν ο πους αυτης βαινειν επι της γης δια την τρυφεροτητα και δια την απαλοτητα βασκανει τω οφθαλμω αυτης τον ανδρα αυτης τον εν τω κολπω αυτης και τον υιον και την θυγατερα αυτης

57 και το χοριον αυτης το εξελθον δια των μηρων αυτης και το τεκνον ο αν τεκη καταφαγεται γαρ αυτα δια την ενδειαν παντων κρυφη εν τη στενοχωρια σου και εν τη θλιψει σου η θλιψει σε ο εχθρος σου εν πασαις ταις πολεσιν σου

58 εαν μη εισακουσητε ποιειν παντα τα ρηματα του νομου τουτου τα γεγραμμενα εν τω βιβλιω τουτω φοβεισθαι το ονομα το εντιμον και το θαυμαστον τουτο κυριον τον θεον σου

59 και παραδοξασει κυριος τας πληγας σου και τας πληγας του σπερματος σου πληγας μεγαλας και θαυμαστας και νοσους πονηρας και πιστας

60 και επιστρεψει επι σε πασαν την οδυνην αιγυπτου την πονηραν ην διευλαβου απο προσωπου αυτων και κολληθησονται εν σοι

61 και πασαν μαλακιαν και πασαν πληγην την μη γεγραμμενην εν τω βιβλιω του νομου τουτου επαξει κυριος επι σε εως αν εξολεθρευση σε

62 και καταλειφθησεσθε εν αριθμω βραχει ανθ' ων οτι ητε ωσει τα αστρα του ουρανου τω πληθει οτι ουκ εισηκουσατε της φωνης κυριου του θεου υμων

63 και εσται ον τροπον ευφρανθη κυριος εφ' υμιν ευ ποιησαι υμας και πληθυναι υμας ουτως ευφρανθησεται κυριος εφ' υμιν εξολεθρευσαι υμας και εξαρθησεσθε απο της γης εις ην υμεις εισπορευεσθε εκει κληρονομησαι αυτην

64 και διασπερει σε κυριος ο θεος σου εις παντα τα εθνη απ' ακρου της γης εως ακρου της γης και δουλευσεις εκει θεοις ετεροις ξυλοις και λιθοις ους ουκ ηπιστω συ και οι πατερες σου

65 αλλα και εν τοις εθνεσιν εκεινοις ουκ αναπαυσει σε ουδ' ου μη γενηται στασις τω ιχνει του ποδος σου και δωσει σοι κυριος εκει καρδιαν αθυμουσαν και εκλειποντας οφθαλμους και τηκομενην ψυχην

66 και εσται η ζωη σου κρεμαμενη απεναντι των οφθαλμων σου και φοβηθηση ημερας και νυκτος και ου πιστευσεις τη ζωη σου

67 το πρωι ερεις πως αν γενοιτο εσπερα και το εσπερας ερεις πως αν γενοιτο πρωι απο του φοβου της καρδιας σου α φοβηθηση και απο των οραματων των οφθαλμων σου ων οψη

68 και αποστρεψει σε κυριος εις αιγυπτον εν πλοιοις και εν τη οδω η ειπα ου προσθησεσθε ετι ιδειν αυτην και πραθησεσθε εκει τοις εχθροις υμων εις παιδας και παιδισκας και ουκ εσται ο κτωμενος

69 ουτοι οι λογοι της διαθηκης ους ενετειλατο κυριος μωυση στησαι τοις υιοις ισραηλ εν γη μωαβ πλην της διαθηκης ης διεθετο αυτοις εν χωρηβ

← Deuteronomy第27章   Deuteronomy第29章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 886, 2826, 2851, 3901, 4402, 6752, 6952 ...

Apocalypse Revealed 424, 456, 503, 527, 657, 678, 748 ...

Show Unpublished Work(s)




翻译:
分享: