Deuteronomy第18章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Deuteronomy第17章   Deuteronomy第19章 →

1 ουκ εσται τοις ιερευσιν τοις λευιταις ολη φυλη λευι μερις ουδε κληρος μετα ισραηλ καρπωματα κυριου ο κληρος αυτων φαγονται αυτα

2 κληρος δε ουκ εσται αυτοις εν τοις αδελφοις αυτων κυριος αυτος κληρος αυτου καθοτι ειπεν αυτω

3 και αυτη η κρισις των ιερεων τα παρα του λαου παρα των θυοντων τα θυματα εαν τε μοσχον εαν τε προβατον και δωσει τω ιερει τον βραχιονα και τα σιαγονια και το ενυστρον

4 και τας απαρχας του σιτου σου και του οινου σου και του ελαιου σου και την απαρχην των κουρων των προβατων σου δωσεις αυτω

5 οτι αυτον εξελεξατο κυριος ο θεος σου εκ πασων των φυλων σου παρεσταναι εναντι κυριου του θεου σου λειτουργειν και ευλογειν επι τω ονοματι αυτου αυτος και οι υιοι αυτου εν τοις υιοις ισραηλ

6 εαν δε παραγενηται ο λευιτης εκ μιας των πολεων υμων εκ παντων των υιων ισραηλ ου αυτος παροικει καθοτι επιθυμει η ψυχη αυτου εις τον τοπον ον αν εκλεξηται κυριος

7 και λειτουργησει τω ονοματι κυριου του θεου αυτου ωσπερ παντες οι αδελφοι αυτου οι λευιται οι παρεστηκοτες εκει εναντι κυριου

8 μεριδα μεμερισμενην φαγεται πλην της πρασεως της κατα πατριαν

9 εαν δε εισελθης εις την γην ην κυριος ο θεος σου διδωσιν σοι ου μαθηση ποιειν κατα τα βδελυγματα των εθνων εκεινων

10 ουχ ευρεθησεται εν σοι περικαθαιρων τον υιον αυτου η την θυγατερα αυτου εν πυρι μαντευομενος μαντειαν κληδονιζομενος και οιωνιζομενος φαρμακος

11 επαειδων επαοιδην εγγαστριμυθος και τερατοσκοπος επερωτων τους νεκρους

12 εστιν γαρ βδελυγμα κυριω τω θεω σου πας ποιων ταυτα ενεκεν γαρ των βδελυγματων τουτων κυριος εξολεθρευσει αυτους απο σου

13 τελειος εση εναντιον κυριου του θεου σου

14 τα γαρ εθνη ταυτα ους συ κατακληρονομεις αυτους ουτοι κληδονων και μαντειων ακουσονται σοι δε ουχ ουτως εδωκεν κυριος ο θεος σου

15 προφητην εκ των αδελφων σου ως εμε αναστησει σοι κυριος ο θεος σου αυτου ακουσεσθε

16 κατα παντα οσα ητησω παρα κυριου του θεου σου εν χωρηβ τη ημερα της εκκλησιας λεγοντες ου προσθησομεν ακουσαι την φωνην κυριου του θεου ημων και το πυρ το μεγα τουτο ουκ οψομεθα ετι ουδε μη αποθανωμεν

17 και ειπεν κυριος προς με ορθως παντα οσα ελαλησαν

18 προφητην αναστησω αυτοις εκ των αδελφων αυτων ωσπερ σε και δωσω το ρημα μου εν τω στοματι αυτου και λαλησει αυτοις καθοτι αν εντειλωμαι αυτω

19 και ο ανθρωπος ος εαν μη ακουση οσα εαν λαληση ο προφητης επι τω ονοματι μου εγω εκδικησω εξ αυτου

20 πλην ο προφητης ος αν ασεβηση λαλησαι επι τω ονοματι μου ρημα ο ου προσεταξα λαλησαι και ος αν λαληση επ' ονοματι θεων ετερων αποθανειται ο προφητης εκεινος

21 εαν δε ειπης εν τη καρδια σου πως γνωσομεθα το ρημα ο ουκ ελαλησεν κυριος

22 οσα εαν λαληση ο προφητης επι τω ονοματι κυριου και μη γενηται το ρημα και μη συμβη τουτο το ρημα ο ουκ ελαλησεν κυριος εν ασεβεια ελαλησεν ο προφητης εκεινος ουκ αφεξεσθε αυτου

← Deuteronomy第17章   Deuteronomy第19章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 934, 2360, 2534, 3698, 6148, 9188, 9223 ...

Apocalypse Revealed 8, 462, 468, 623

The Lord 15

Life 15

True Christian Religion 129

Show Unpublished Work(s)




翻译:
分享: