Deuteronomy第15章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Deuteronomy第14章   Deuteronomy第16章 →

1 δι' επτα ετων ποιησεις αφεσιν

2 και ουτως το προσταγμα της αφεσεως αφησεις παν χρεος ιδιον ο οφειλει σοι ο πλησιον και τον αδελφον σου ουκ απαιτησεις οτι επικεκληται αφεσις κυριω τω θεω σου

3 τον αλλοτριον απαιτησεις οσα εαν η σοι παρ' αυτω του αδελφου σου αφεσιν ποιησεις του χρεους σου

4 οτι ουκ εσται εν σοι ενδεης οτι ευλογων ευλογησει σε κυριος ο θεος σου εν τη γη η κυριος ο θεος σου διδωσιν σοι εν κληρω κατακληρονομησαι αυτην

5 εαν δε ακοη εισακουσητε της φωνης κυριου του θεου υμων φυλασσειν και ποιειν πασας τας εντολας ταυτας οσας εγω εντελλομαι σοι σημερον

6 οτι κυριος ο θεος σου ευλογησεν σε ον τροπον ελαλησεν σοι και δανιεις εθνεσιν πολλοις συ δε ου δανιη και αρξεις συ εθνων πολλων σου δε ουκ αρξουσιν

7 εαν δε γενηται εν σοι ενδεης των αδελφων σου εν μια των πολεων σου εν τη γη η κυριος ο θεος σου διδωσιν σοι ουκ αποστερξεις την καρδιαν σου ουδ' ου μη συσφιγξης την χειρα σου απο του αδελφου σου του επιδεομενου

8 ανοιγων ανοιξεις τας χειρας σου αυτω δανειον δανιεις αυτω οσον επιδεεται καθ' οσον ενδεειται

9 προσεχε σεαυτω μη γενηται ρημα κρυπτον εν τη καρδια σου ανομημα λεγων εγγιζει το ετος το εβδομον ετος της αφεσεως και πονηρευσηται ο οφθαλμος σου τω αδελφω σου τω επιδεομενω και ου δωσεις αυτω και βοησεται κατα σου προς κυριον και εσται εν σοι αμαρτια μεγαλη

10 διδους δωσεις αυτω και δανειον δανιεις αυτω οσον επιδεεται και ου λυπηθηση τη καρδια σου διδοντος σου αυτω οτι δια το ρημα τουτο ευλογησει σε κυριος ο θεος σου εν πασιν τοις εργοις και εν πασιν ου αν επιβαλης την χειρα σου

11 ου γαρ μη εκλιπη ενδεης απο της γης δια τουτο εγω σοι εντελλομαι ποιειν το ρημα τουτο λεγων ανοιγων ανοιξεις τας χειρας σου τω αδελφω σου τω πενητι και τω επιδεομενω τω επι της γης σου

12 εαν δε πραθη σοι ο αδελφος σου ο εβραιος η η εβραια δουλευσει σοι εξ ετη και τω εβδομω εξαποστελεις αυτον ελευθερον απο σου

13 οταν δε εξαποστελλης αυτον ελευθερον απο σου ουκ εξαποστελεις αυτον κενον

14 εφοδιον εφοδιασεις αυτον απο των προβατων σου και απο του σιτου σου και απο της ληνου σου καθα ευλογησεν σε κυριος ο θεος σου δωσεις αυτω

15 και μνησθηση οτι οικετης ησθα εν γη αιγυπτου και ελυτρωσατο σε κυριος ο θεος σου εκειθεν δια τουτο εγω σοι εντελλομαι ποιειν το ρημα τουτο

16 εαν δε λεγη προς σε ουκ εξελευσομαι απο σου οτι ηγαπηκεν σε και την οικιαν σου οτι ευ αυτω εστιν παρα σοι

17 και λημψη το οπητιον και τρυπησεις το ωτιον αυτου προς την θυραν και εσται σοι οικετης εις τον αιωνα και την παιδισκην σου ποιησεις ωσαυτως

18 ου σκληρον εσται εναντιον σου εξαποστελλομενων αυτων ελευθερων απο σου οτι εφετιον μισθον του μισθωτου εδουλευσεν σοι εξ ετη και ευλογησει σε κυριος ο θεος σου εν πασιν οις εαν ποιης

19 παν πρωτοτοκον ο εαν τεχθη εν τοις βουσιν σου και εν τοις προβατοις σου τα αρσενικα αγιασεις κυριω τω θεω σου ουκ εργα εν τω πρωτοτοκω μοσχω σου και ου μη κειρης το πρωτοτοκον των προβατων σου

20 εναντι κυριου φαγη αυτο ενιαυτον εξ ενιαυτου εν τω τοπω ω εαν εκλεξηται κυριος ο θεος σου συ και ο οικος σου

21 εαν δε η εν αυτω μωμος χωλον η τυφλον η και πας μωμος πονηρος ου θυσεις αυτο κυριω τω θεω σου

22 εν ταις πολεσιν σου φαγη αυτο ο ακαθαρτος εν σοι και ο καθαρος ωσαυτως εδεται ως δορκαδα η ελαφον

23 πλην το αιμα ου φαγεσθε επι την γην εκχεεις αυτο ως υδωρ

← Deuteronomy第14章   Deuteronomy第16章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 737, 922, 1703, 2360, 2383, 2567, 2959 ...

Apocalypse Revealed 32, 209, 210

Show Unpublished Work(s)

Bible Studies:

Thinking



翻译:
分享: