Daniel第3章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Daniel第2章   Daniel第4章 →

1 ετους οκτωκαιδεκατου ναβουχοδονοσορ βασιλευς διοικων πολεις και χωρας και παντας τους κατοικουντας επι της γης απο ινδικης εως αιθιοπιας εποιησεν εικονα χρυσην το υψος αυτης πηχων εξηκοντα και το πλατος αυτης πηχων εξ και εστησεν αυτην εν πεδιω του περιβολου χωρας βαβυλωνιας

2 και ναβουχοδονοσορ βασιλευς βασιλεων και κυριευων της οικουμενης ολης απεστειλεν επισυναγαγειν παντα τα εθνη και φυλας και γλωσσας σατραπας στρατηγους τοπαρχας και υπατους διοικητας και τους επ' εξουσιων κατα χωραν και παντας τους κατα την οικουμενην ελθειν εις τον εγκαινισμον της εικονος της χρυσης ην εστησε ναβουχοδονοσορ ο βασιλευς

3 και εστησαν οι προγεγραμμενοι κατεναντι της εικονος

4 και ο κηρυξ εκηρυξε τοις οχλοις υμιν παραγγελλεται εθνη και χωραι λαοι και γλωσσαι

5 οταν ακουσητε της φωνης της σαλπιγγος συριγγος και κιθαρας σαμβυκης και ψαλτηριου συμφωνιας και παντος γενους μουσικων πεσοντες προσκυνησατε τη εικονι τη χρυση ην εστησε ναβουχοδονοσορ βασιλευς

6 και πας ος αν μη πεσων προσκυνηση εμβαλουσιν αυτον εις την καμινον του πυρος την καιομενην

7 και εν τω καιρω εκεινω οτε ηκουσαν παντα τα εθνη της φωνης της σαλπιγγος και παντος ηχου μουσικων πιπτοντα παντα τα εθνη φυλαι και γλωσσαι προσεκυνησαν τη εικονι τη χρυση ην εστησε ναβουχοδονοσορ κατεναντι τουτου

8 εν εκεινω τω καιρω προσελθοντες ανδρες χαλδαιοι διεβαλον τους ιουδαιους

9 και υπολαβοντες ειπον κυριε βασιλευ εις τον αιωνα ζηθι

10 συ βασιλευ προσεταξας και εκρινας ινα πας ανθρωπος ος αν ακουση της φωνης της σαλπιγγος και παντος ηχου μουσικων πεσων προσκυνηση τη εικονι τη χρυση

11 και ος αν μη πεσων προσκυνηση εμβληθησεται εις την καμινον του πυρος την καιομενην

12 εισι δε τινες ανδρες ιουδαιοι ους κατεστησας επι της χωρας της βαβυλωνιας σεδραχ μισαχ αβδεναγω οι ανθρωποι εκεινοι ουκ εφοβηθησαν σου την εντολην και τω ειδωλω σου ουκ ελατρευσαν και τη εικονι σου τη χρυση η εστησας ου προσεκυνησαν

13 τοτε ναβουχοδονοσορ θυμωθεις οργη προσεταξεν αγαγειν τον σεδραχ μισαχ αβδεναγω τοτε οι ανθρωποι ηχθησαν προς τον βασιλεα

14 ους και συνιδων ναβουχοδονοσορ ο βασιλευς ειπεν αυτοις δια τι σεδραχ μισαχ αβδεναγω τοις θεοις μου ου λατρευετε και τη εικονι τη χρυση ην εστησα ου προσκυνειτε

15 και νυν ει μεν εχετε ετοιμως αμα τω ακουσαι της σαλπιγγος και παντος ηχου μουσικων πεσοντες προσκυνησαι τη εικονι τη χρυση η εστησα ει δε μη γε γινωσκετε οτι μη προσκυνησαντων υμων αυθωρι εμβληθησεσθε εις την καμινον του πυρος την καιομενην και ποιος θεος εξελειται υμας εκ των χειρων μου

16 αποκριθεντες δε σεδραχ μισαχ αβδεναγω ειπαν τω βασιλει ναβουχοδονοσορ βασιλευ ου χρειαν εχομεν ημεις επι τη επιταγη ταυτη αποκριθηναι σοι

17 εστι γαρ θεος εν ουρανοις εις κυριος ημων ον φοβουμεθα ος εστι δυνατος εξελεσθαι ημας εκ της καμινου του πυρος και εκ των χειρων σου βασιλευ εξελειται ημας

18 και τοτε φανερον σοι εσται οτι ουτε τω ειδωλω σου λατρευομεν ουτε τη εικονι σου τη χρυση ην εστησας προσκυνουμεν

19 τοτε ναβουχοδονοσορ επλησθη θυμου και η μορφη του προσωπου αυτου ηλλοιωθη και επεταξε καηναι την καμινον επταπλασιως παρ' ο εδει αυτην καηναι

20 και ανδρας ισχυροτατους των εν τη δυναμει επεταξε συμποδισαντας τον σεδραχ μισαχ αβδεναγω εμβαλειν εις την καμινον του πυρος την καιομενην

21 τοτε οι ανδρες εκεινοι συνεποδισθησαν εχοντες τα υποδηματα αυτων και τας τιαρας αυτων επι των κεφαλων αυτων συν τω ιματισμω αυτων και εβληθησαν εις την καμινον

22 επειδη το προσταγμα του βασιλεως ηπειγεν και η καμινος εξεκαυθη υπερ το προτερον επταπλασιως και οι ανδρες οι προχειρισθεντες συμποδισαντες αυτους και προσαγαγοντες τη καμινω ενεβαλοσαν εις αυτην

23 τους μεν ουν ανδρας τους συμποδισαντας τους περι τον αζαριαν εξελθουσα η φλοξ εκ της καμινου ενεπυρισε και απεκτεινεν αυτοι δε συνετηρηθησαν

24 ουτως ουν προσηυξατο ανανιας και αζαριας και μισαηλ και υμνησαν τω κυριω οτε αυτους ο βασιλευς προσεταξεν εμβληθηναι εις την καμινον

25 στας δε αζαριας προσηυξατο ουτως και ανοιξας το στομα αυτου εξωμολογειτο τω κυριω αμα τοις συνεταιροις αυτου εν μεσω τω πυρι υποκαιομενης της καμινου υπο των χαλδαιων σφοδρα και ειπαν

26 ευλογητος ει κυριε ο θεος των πατερων ημων και αινετον και δεδοξασμενον το ονομα σου εις τους αιωνας

27 οτι δικαιος ει επι πασιν οις εποιησας ημιν και παντα τα εργα σου αληθινα και αι οδοι σου ευθειαι και πασαι αι κρισεις σου αληθιναι

28 και κριματα αληθειας εποιησας κατα παντα α επηγαγες ημιν και επι την πολιν σου την αγιαν την των πατερων ημων ιερουσαλημ διοτι εν αληθεια και κρισει εποιησας παντα ταυτα δια τας αμαρτιας ημων

29 οτι ημαρτομεν εν πασι και ηνομησαμεν αποστηναι απο σου και εξημαρτομεν εν πασι και των εντολων του νομου σου ουχ υπηκουσαμεν

30 ουδε συνετηρησαμεν ουδε εποιησαμεν καθως ενετειλω ημιν ινα ευ ημιν γενηται

31 και νυν παντα οσα ημιν επηγαγες και παντα οσα εποιησας ημιν εν αληθινη κρισει εποιησας

32 και παρεδωκας ημας εις χειρας εχθρων ημων ανομων και εχθιστων αποστατων και βασιλει αδικω και πονηροτατω παρα πασαν την γην

33 και νυν ουκ εστιν ημιν ανοιξαι το στομα αισχυνη και ονειδος εγενηθη τοις δουλοις σου και τοις σεβομενοις σε

34 μη παραδως ημας εις τελος δια το ονομα σου και μη διασκεδασης σου την διαθηκην

35 και μη αποστησης το ελεος σου αφ' ημων δια αβρααμ τον ηγαπημενον υπο σου και δια ισαακ τον δουλον σου και ισραηλ τον αγιον σου

36 ως ελαλησας προς αυτους λεγων πληθυναι το σπερμα αυτων ως τα αστρα του ουρανου και ως την αμμον την παρα το χειλος της θαλασσης

37 οτι δεσποτα εσμικρυνθημεν παρα παντα τα εθνη και εσμεν ταπεινοι εν παση τη γη σημερον δια τας αμαρτιας ημων

38 και ουκ εστιν εν τω καιρω τουτω αρχων και προφητης ουδε ηγουμενος ουδε ολοκαυτωσις ουδε θυσια ουδε προσφορα ουδε θυμιαμα ουδε τοπος του καρπωσαι ενωπιον σου και ευρειν ελεος

39 αλλ' εν ψυχη συντετριμμενη και πνευματι τεταπεινωμενω προσδεχθειημεν ως εν ολοκαυτωμασι κριων και ταυρων και ως εν μυριασιν αρνων πιονων

40 ουτω γενεσθω ημων η θυσια ενωπιον σου σημερον και εξιλασαι οπισθεν σου οτι ουκ εστιν αισχυνη τοις πεποιθοσιν επι σοι και τελειωσαι οπισθεν σου

41 και νυν εξακολουθουμεν εν ολη καρδια και φοβουμεθα σε και ζητουμεν το προσωπον σου μη καταισχυνης ημας

42 αλλα ποιησον μεθ' ημων κατα την επιεικειαν σου και κατα το πληθος του ελεους σου

43 και εξελου ημας κατα τα θαυμασια σου και δος δοξαν τω ονοματι σου κυριε

44 και εντραπειησαν παντες οι ενδεικνυμενοι τοις δουλοις σου κακα και καταισχυνθειησαν απο πασης δυναστειας και η ισχυς αυτων συντριβειη

45 γνωτωσαν οτι συ ει μονος κυριος ο θεος και ενδοξος εφ' ολην την οικουμενην

46 και ου διελιπον οι εμβαλλοντες αυτους υπηρεται του βασιλεως καιοντες την καμινον και ηνικα ενεβαλοσαν τους τρεις εις απαξ εις την καμινον και η καμινος ην διαπυρος κατα την θερμασιαν αυτης επταπλασιως και οτε αυτους ενεβαλοσαν οι μεν εμβαλλοντες αυτους ησαν υπερανω αυτων οι δε υπεκαιον υποκατωθεν αυτων ναφθαν και στιππυον και πισσαν και κληματιδα

47 και διεχειτο η φλοξ επανω της καμινου επι πηχεις τεσσαρακοντα εννεα

48 και διεξωδευσε και ενεπυρισεν ους ευρε περι την καμινον των χαλδαιων

49 αγγελος δε κυριου συγκατεβη αμα τοις περι τον αζαριαν εις την καμινον και εξετιναξε την φλογα του πυρος εκ της καμινου

50 και εποιησε το μεσον της καμινου ωσει πνευμα δροσου διασυριζον και ουχ ηψατο αυτων καθολου το πυρ και ουκ ελυπησε και ου παρηνωχλησεν αυτους

51 αναλαβοντες δε οι τρεις ως εξ ενος στοματος υμνουν και εδοξαζον και ευλογουν και εξυψουν τον θεον εν τη καμινω λεγοντες

52 ευλογητος ει κυριε ο θεος των πατερων ημων και αινετος και υπερυψουμενος εις τους αιωνας και ευλογημενον το ονομα της δοξης σου το αγιον και υπεραινετον και υπερυψωμενον εις παντας τους αιωνας

53 ευλογημενος ει εν τω ναω της αγιας δοξης σου και υπερυμνητος και υπερενδοξος εις τους αιωνας

54 ευλογητος ει επι θρονου της βασιλειας σου και υμνητος και υπερυψωμενος εις τους αιωνας

55 ευλογητος ει ο βλεπων αβυσσους καθημενος επι χερουβιμ και αινετος και δεδοξασμενος εις τους αιωνας

56 ευλογητος ει εν τω στερεωματι και υμνητος και δεδοξασμενος εις τους αιωνας

57 ευλογειτε παντα τα εργα του κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

58 ευλογειτε αγγελοι κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

59 ευλογειτε ουρανοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

60 ευλογειτε υδατα παντα τα επανω του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

61 ευλογειτε πασαι αι δυναμεις κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

62 ευλογειτε ηλιος και σεληνη τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

63 ευλογειτε αστρα του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

64 ευλογειτε πας ομβρος και δροσος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

65 ευλογειτε παντα τα πνευματα τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

66 ευλογειτε πυρ και καυμα τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

67 ευλογειτε ριγος και ψυχος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

68 ευλογειτε δροσοι και νιφετοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

69 ευλογειτε παγοι και ψυχος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

70 ευλογειτε παχναι και χιονες τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

71 ευλογειτε νυκτες και ημεραι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

72 ευλογειτε φως και σκοτος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

73 ευλογειτε αστραπαι και νεφελαι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

74 ευλογειτω η γη τον κυριον υμνειτω και υπερυψουτω αυτον εις τους αιωνας

75 ευλογειτε ορη και βουνοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

76 ευλογειτε παντα τα φυομενα επι της γης τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

77 ευλογειτε αι πηγαι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

78 ευλογειτε θαλασσαι και ποταμοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

79 ευλογειτε κητη και παντα τα κινουμενα εν τοις υδασι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

80 ευλογειτε παντα τα πετεινα του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

81 ευλογειτε τετραποδα και θηρια της γης τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

82 ευλογειτε οι υιοι των ανθρωπων τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

83 ευλογειτε ισραηλ τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

84 ευλογειτε ιερεις τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

85 ευλογειτε δουλοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

86 ευλογειτε πνευματα και ψυχαι δικαιων τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

87 ευλογειτε οσιοι και ταπεινοι καρδια τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας

88 ευλογειτε ανανια αζαρια μισαηλ τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας οτι εξειλετο ημας εξ αδου και εσωσεν ημας εκ χειρος θανατου και ερρυσατο ημας εκ μεσου καιομενης φλογος και εκ του πυρος ελυτρωσατο ημας

89 εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου

90 ευλογειτε παντες οι σεβομενοι τον θεον των θεων υμνειτε και εξομολογεισθε οτι εις τον αιωνα το ελεος αυτου και εις τον αιωνα των αιωνων

91 και εγενετο εν τω ακουσαι τον βασιλεα υμνουντων αυτων και εστως εθεωρει αυτους ζωντας τοτε ναβουχοδονοσορ ο βασιλευς εθαυμασε και ανεστη σπευσας και ειπεν τοις φιλοις αυτου

92 ιδου εγω ορω ανδρας τεσσαρας λελυμενους περιπατουντας εν τω πυρι και φθορα ουδεμια εγενηθη εν αυτοις και η ορασις του τεταρτου ομοιωμα αγγελου θεου

93 και προσελθων ο βασιλευς προς την θυραν της καμινου της καιομενης τω πυρι εκαλεσεν αυτους εξ ονοματος σεδραχ μισαχ αβδεναγω οι παιδες του θεου των θεων του υψιστου εξελθετε εκ του πυρος ουτως ουν εξηλθον οι ανδρες εκ μεσου του πυρος

94 και συνηχθησαν οι υπατοι τοπαρχαι και αρχιπατριωται και οι φιλοι του βασιλεως και εθεωρουν τους ανθρωπους εκεινους οτι ουχ ηψατο το πυρ του σωματος αυτων και αι τριχες αυτων ου κατεκαησαν και τα σαραβαρα αυτων ουκ ηλλοιωθησαν ουδε οσμη του πυρος ην εν αυτοις

95 υπολαβων δε ναβουχοδονοσορ ο βασιλευς ειπεν ευλογητος κυριος ο θεος του σεδραχ μισαχ αβδεναγω ος απεστειλε τον αγγελον αυτου και εσωσε τους παιδας αυτου τους ελπισαντας επ' αυτον την γαρ προσταγην του βασιλεως ηθετησαν και παρεδωκαν τα σωματα αυτων εις εμπυρισμον ινα μη λατρευσωσι μηδε προσκυνησωσι θεω ετερω αλλ' η τω θεω αυτων

96 και νυν εγω κρινω ινα παν εθνος και πασαι φυλαι και πασαι γλωσσαι ος αν βλασφημηση εις τον κυριον τον θεον σεδραχ μισαχ αβδεναγω διαμελισθησεται και η οικια αυτου δημευθησεται διοτι ουκ εστιν θεος ετερος ος δυνησεται εξελεσθαι ουτως

97 ουτως ουν ο βασιλευς τω σεδραχ μισαχ αβδεναγω εξουσιαν δους εφ' ολης της χωρας κατεστησεν αυτους αρχοντας

← Daniel第2章   Daniel第4章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 174

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 1326

Apocalypse Revealed 717

The Last Judgment 54

Show Unpublished Work(s)




翻译:
分享: