Daniel第2章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Daniel第1章   Daniel第3章 →

1 και εν τω ετει τω δευτερω της βασιλειας ναβουχοδονοσορ συνεβη εις οραματα και ενυπνια εμπεσειν τον βασιλεα και ταραχθηναι εν τω ενυπνιω αυτου και ο υπνος αυτου εγενετο απ' αυτου

2 και επεταξεν ο βασιλευς εισενεχθηναι τους επαοιδους και τους μαγους και τους φαρμακους των χαλδαιων αναγγειλαι τω βασιλει τα ενυπνια αυτου και παραγενομενοι εστησαν παρα τω βασιλει

3 και ειπεν αυτοις ο βασιλευς ενυπνιον εωρακα και εκινηθη μου το πνευμα επιγνωναι ουν θελω το ενυπνιον

4 και ελαλησαν οι χαλδαιοι προς τον βασιλεα συριστι κυριε βασιλευ τον αιωνα ζηθι αναγγειλον το ενυπνιον σου τοις παισι σου και ημεις σοι φρασομεν την συγκρισιν αυτου

5 αποκριθεις δε ο βασιλευς ειπε τοις χαλδαιοις οτι εαν μη απαγγειλητε μοι επ' αληθειας το ενυπνιον και την τουτου συγκρισιν δηλωσητε μοι παραδειγματισθησεσθε και αναληφθησεται υμων τα υπαρχοντα εις το βασιλικον

6 εαν δε το ενυπνιον διασαφησητε μοι και την τουτου συγκρισιν αναγγειλητε ληψεσθε δοματα παντοια και δοξασθησεσθε υπ' εμου δηλωσατε μοι το ενυπνιον και κρινατε

7 απεκριθησαν δε εκ δευτερου λεγοντες βασιλευ το οραμα ειπον και οι παιδες σου κρινουσι προς ταυτα

8 και ειπεν αυτοις ο βασιλευς επ' αληθειας οιδα οτι καιρον υμεις εξαγοραζετε καθαπερ εωρακατε οτι απεστη απ' εμου το πραγμα καθαπερ ουν προστεταχα ουτως εσται

9 εαν μη το ενυπνιον απαγγειλητε μοι επ' αληθειας και την τουτου συγκρισιν δηλωσητε θανατω περιπεσεισθε συνειπασθε γαρ λογους ψευδεις ποιησασθαι επ' εμου εως αν ο καιρος αλλοιωθη νυν ουν εαν το ρημα ειπητε μοι ο την νυκτα εωρακα γνωσομαι οτι και την τουτου κρισιν δηλωσετε

10 και απεκριθησαν οι χαλδαιοι επι του βασιλεως οτι ουδεις των επι της γης δυνησεται ειπειν τω βασιλει ο εωρακε καθαπερ συ ερωτας και πας βασιλευς και πας δυναστης τοιουτο πραγμα ουκ επερωτα παντα σοφον και μαγον και χαλδαιον

11 και ο λογος ον ζητεις βασιλευ βαρυς εστι και επιδοξος και ουδεις εστιν ος δηλωσει ταυτα τω βασιλει ει μητι αγγελος ου ουκ εστι κατοικητηριον μετα πασης σαρκος οθεν ουκ ενδεχεται γενεσθαι καθαπερ οιει

12 τοτε ο βασιλευς στυγνος γενομενος και περιλυπος προσεταξεν εξαγαγειν παντας τους σοφους της βαβυλωνιας

13 και εδογματισθη παντας αποκτειναι εζητηθη δε ο δανιηλ και παντες οι μετ' αυτου χαριν του συναπολεσθαι

14 τοτε δανιηλ ειπε βουλην και γνωμην ην ειχεν αριωχη τω αρχιμαγειρω του βασιλεως ω προσεταξεν εξαγαγειν τους σοφιστας της βαβυλωνιας

15 και επυνθανετο αυτου λεγων περι τινος δογματιζεται πικρως παρα του βασιλεως τοτε το προσταγμα εσημανεν ο αριωχης τω δανιηλ

16 ο δε δανιηλ εισηλθε ταχεως προς τον βασιλεα και ηξιωσεν ινα δοθη αυτω χρονος παρα του βασιλεως και δηλωση παντα επι του βασιλεως

17 τοτε απελθων δανιηλ εις τον οικον αυτου τω ανανια και μισαηλ και αζαρια τοις συνεταιροις υπεδειξε παντα

18 και παρηγγειλε νηστειαν και δεησιν και τιμωριαν ζητησαι παρα του κυριου του υψιστου περι του μυστηριου τουτου οπως μη εκδοθωσι δανιηλ και οι μετ' αυτου εις απωλειαν αμα τοις σοφισταις βαβυλωνος

19 τοτε τω δανιηλ εν οραματι εν αυτη τη νυκτι το μυστηριον του βασιλεως εξεφανθη ευσημως τοτε δανιηλ ευλογησε τον κυριον τον υψιστον

20 και εκφωνησας ειπεν εσται το ονομα του κυριου του μεγαλου ευλογημενον εις τον αιωνα οτι η σοφια και η μεγαλωσυνη αυτου εστι

21 και αυτος αλλοιοι καιρους και χρονους μεθιστων βασιλεις και καθιστων διδους σοφοις σοφιαν και συνεσιν τοις εν επιστημη ουσιν

22 ανακαλυπτων τα βαθεα και σκοτεινα και γινωσκων τα εν τω σκοτει και τα εν τω φωτι και παρ' αυτω καταλυσις

23 σοι κυριε των πατερων μου εξομολογουμαι και αινω οτι σοφιαν και φρονησιν εδωκας μοι και νυν εσημανας μοι οσα ηξιωσα του δηλωσαι τω βασιλει προς ταυτα

24 εισελθων δε δανιηλ προς τον αριωχ τον κατασταθεντα υπο του βασιλεως αποκτειναι παντας τους σοφιστας της βαβυλωνιας ειπεν αυτω τους μεν σοφιστας της βαβυλωνιας μη απολεσης εισαγαγε δε με προς τον βασιλεα και εκαστα τω βασιλει δηλωσω

25 τοτε αριωχ κατα σπουδην εισηγαγεν τον δανιηλ προς τον βασιλεα και ειπεν αυτω οτι ευρηκα ανθρωπον σοφον εκ της αιχμαλωσιας των υιων της ιουδαιας ος τω βασιλει δηλωσει εκαστα

26 αποκριθεις δε ο βασιλευς ειπε τω δανιηλ επικαλουμενω δε χαλδαιστι βαλτασαρ δυνηση δηλωσαι μοι το οραμα ο ειδον και την τουτου συγκρισιν

27 εκφωνησας δε ο δανιηλ επι του βασιλεως ειπεν το μυστηριον ο εωρακεν ο βασιλευς ουκ εστι σοφων και φαρμακων και επαοιδων και γαζαρηνων η δηλωσις

28 αλλ' εστι θεος εν ουρανω ανακαλυπτων μυστηρια ος εδηλωσε τω βασιλει ναβουχοδονοσορ α δει γενεσθαι επ' εσχατων των ημερων βασιλευ εις τον αιωνα ζηθι το ενυπνιον και το οραμα της κεφαλης σου επι της κοιτης σου τουτο εστι

29 συ βασιλευ κατακλιθεις επι της κοιτης σου εωρακας παντα οσα δει γενεσθαι επ' εσχατων των ημερων και ο ανακαλυπτων μυστηρια εδηλωσε σοι α δει γενεσθαι

30 καμοι δε ου παρα την σοφιαν την ουσαν εν εμοι υπερ παντας τους ανθρωπους το μυστηριον τουτο εξεφανθη αλλ' ενεκεν του δηλωθηναι τω βασιλει εσημανθη μοι α υπελαβες τη καρδια σου εν γνωσει

31 και συ βασιλευ εωρακας και ιδου εικων μια και ην η εικων εκεινη μεγαλη σφοδρα και η προσοψις αυτης υπερφερης εστηκει εναντιον σου και η προσοψις της εικονος φοβερα

32 και ην η κεφαλη αυτης απο χρυσιου χρηστου το στηθος και οι βραχιονες αργυροι η κοιλια και οι μηροι χαλκοι

33 τα δε σκελη σιδηρα οι ποδες μερος μεν τι σιδηρου μερος δε τι οστρακινον

34 εωρακας εως οτου ετμηθη λιθος εξ ορους ανευ χειρων και επαταξε την εικονα επι τους ποδας τους σιδηρους και οστρακινους και κατηλεσεν αυτα

35 τοτε λεπτα εγενετο αμα ο σιδηρος και το οστρακον και ο χαλκος και ο αργυρος και το χρυσιον και εγενετο ωσει λεπτοτερον αχυρου εν αλωνι και ερριπισεν αυτα ο ανεμος ωστε μηδεν καταλειφθηναι εξ αυτων και ο λιθος ο παταξας την εικονα εγενετο ορος μεγα και επαταξε πασαν την γην

36 τουτο το οραμα και την κρισιν δε ερουμεν επι του βασιλεως

37 συ βασιλευ βασιλευς βασιλεων και σοι ο κυριος του ουρανου την αρχην και την βασιλειαν και την ισχυν και την τιμην και την δοξαν εδωκεν

38 εν παση τη οικουμενη απο ανθρωπων και θηριων αγριων και πετεινων ουρανου και των ιχθυων της θαλασσης παρεδωκεν υπο τας χειρας σου κυριευειν παντων συ ει η κεφαλη η χρυση

39 και μετα σε αναστησεται βασιλεια ελαττων σου και τριτη βασιλεια αλλη χαλκη η κυριευσει πασης της γης

40 και βασιλεια τεταρτη ισχυρα ωσπερ ο σιδηρος ο δαμαζων παντα και παν δενδρον εκκοπτων και σεισθησεται πασα η γη

41 και ως εωρακας τους ποδας αυτης μερος μεν τι οστρακου κεραμικου μερος δε τι σιδηρου βασιλεια αλλη διμερης εσται εν αυτη καθαπερ ειδες τον σιδηρον αναμεμειγμενον αμα τω πηλινω οστρακω

42 και οι δακτυλοι των ποδων μερος μεν τι σιδηρουν μερος δε τι οστρακινον μερος τι της βασιλειας εσται ισχυρον και μερος τι εσται συντετριμμενον

43 και ως ειδες τον σιδηρον αναμεμειγμενον αμα τω πηλινω οστρακω συμμειγεις εσονται εις γενεσιν ανθρωπων ουκ εσονται δε ομονοουντες ουτε ευνοουντες αλληλοις ωσπερ ουδε ο σιδηρος δυναται συγκραθηναι τω οστρακω

44 και εν τοις χρονοις των βασιλεων τουτων στησει ο θεος του ουρανου βασιλειαν αλλην ητις εσται εις τους αιωνας και ου φθαρησεται και αυτη η βασιλεια αλλο εθνος ου μη εαση παταξει δε και αφανισει τας βασιλειας ταυτας και αυτη στησεται εις τον αιωνα

45 καθαπερ εωρακας εξ ορους τμηθηναι λιθον ανευ χειρων και συνηλοησε το οστρακον τον σιδηρον και τον χαλκον και τον αργυρον και τον χρυσον ο θεος ο μεγας εσημανε τω βασιλει τα εσομενα επ' εσχατων των ημερων και ακριβες το οραμα και πιστη η τουτου κρισις

46 τοτε ναβουχοδονοσορ ο βασιλευς πεσων επι προσωπον χαμαι προσεκυνησε τω δανιηλ και επεταξε θυσιας και σπονδας ποιησαι αυτω

47 και εκφωνησας ο βασιλευς προς τον δανιηλ ειπεν επ' αληθειας εστιν ο θεος υμων θεος των θεων και κυριος των βασιλεων ο εκφαινων μυστηρια κρυπτα μονος οτι εδυνασθης δηλωσαι το μυστηριον τουτο

48 τοτε ο βασιλευς ναβουχοδονοσορ δανιηλ μεγαλυνας και δους δωρεας μεγαλας και πολλας κατεστησεν επι των πραγματων της βαβυλωνιας και απεδειξεν αυτον αρχοντα και ηγουμενον παντων των σοφιστων βαβυλωνιας

49 και δανιηλ ηξιωσε τον βασιλεα ινα κατασταθωσιν επι των πραγματων της βαβυλωνιας σεδραχ μισαχ αβδεναγω και δανιηλ ην εν τη βασιλικη αυλη

← Daniel第1章   Daniel第3章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 173

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 426, 1298, 1326, 1361, 1422, 1551, 1837...

Apocalypse Revealed 211, 538, 567, 664, 717, 775, 781...

Conjugial Love 73, 78, 79, 81

Divine Providence 328

The Lord 4, 42, 48

Sacred Scripture 117

The Last Judgment 54

True Christian Religion 625, 761, 788

Show Unpublished Work(s)




翻译:
分享: