Daniel第1章

Greek OT: LXX [A] Unaccented

研究内在含义

Daniel第2章 →

1 επι βασιλεως ιωακιμ της ιουδαιας ετους τριτου παραγενομενος ναβουχοδονοσορ βασιλευς βαβυλωνος εις ιερουσαλημ επολιορκει αυτην

2 και παρεδωκεν αυτην κυριος εις χειρας αυτου και ιωακιμ τον βασιλεα της ιουδαιας και μερος τι των ιερων σκευων του κυριου και απηνεγκεν αυτα εις βαβυλωνα και απηρεισατο αυτα εν τω ειδωλιω αυτου

3 και ειπεν ο βασιλευς αβιεσδρι τω εαυτου αρχιευνουχω αγαγειν αυτω εκ των υιων των μεγιστανων του ισραηλ και εκ του βασιλικου γενους και εκ των επιλεκτων

4 νεανισκους αμωμους και ευειδεις και επιστημονας εν παση σοφια και γραμματικους και συνετους και σοφους και ισχυοντας ωστε ειναι εν τω οικω του βασιλεως και διδαξαι αυτους γραμματα και διαλεκτον χαλδαικην

5 και διδοσθαι αυτοις εκθεσιν εκ του οικου του βασιλεως καθ' εκαστην ημεραν και απο της βασιλικης τραπεζης και απο του οινου ου πινει ο βασιλευς και εκπαιδευσαι αυτους ετη τρια και εκ τουτων στησαι εμπροσθεν του βασιλεως

6 και ησαν εκ του γενους των υιων ισραηλ των απο της ιουδαιας δανιηλ ανανιας μισαηλ αζαριας

7 και επεθηκεν αυτοις ο αρχιευνουχος ονοματα τω μεν δανιηλ βαλτασαρ τω δε ανανια σεδραχ και τω μισαηλ μισαχ και τω αζαρια αβδεναγω

8 και ενεθυμηθη δανιηλ εν τη καρδια οπως μη αλισγηθη εν τω δειπνω του βασιλεως και εν ω πινει οινω και ηξιωσε τον αρχιευνουχον ινα μη συμμολυνθη

9 και εδωκε κυριος τω δανιηλ τιμην και χαριν εναντιον του αρχιευνουχου

10 και ειπεν ο αρχιευνουχος τω δανιηλ αγωνιω τον κυριον μου τον βασιλεα τον εκταξαντα την βρωσιν υμων και την ποσιν υμων ινα μη ιδη τα προσωπα υμων διατετραμμενα και ασθενη παρα τους συντρεφομενους υμιν νεανιας των αλλογενων και κινδυνευσω τω ιδιω τραχηλω

11 και ειπεν δανιηλ αβιεσδρι τω αναδειχθεντι αρχιευνουχω επι τον δανιηλ ανανιαν μισαηλ αζαριαν

12 πειρασον δη τους παιδας σου εφ' ημερας δεκα και δοθητω ημιν απο των οσπριων της γης ωστε καπτειν και υδροποτειν

13 και εαν φανη η οψις ημων διατετραμμενη παρα τους αλλους νεανισκους τους εσθιοντας απο του βασιλικου δειπνου καθως εαν θελης ουτω χρησαι τοις παισι σου

14 και εχρησατο αυτοις τον τροπον τουτον και επειρασεν αυτους ημερας δεκα

15 μετα δε τας δεκα ημερας εφανη η οψις αυτων καλη και η εξις του σωματος κρεισσων των αλλων νεανισκων των εσθιοντων το βασιλικον δειπνον

16 και ην αβιεσδρι αναιρουμενος το δειπνον αυτων και τον οινον αυτων και αντεδιδου αυτοις απο των οσπριων

17 και τοις νεανισκοις εδωκεν ο κυριος επιστημην και συνεσιν και φρονησιν εν παση γραμματικη τεχνη και τω δανιηλ εδωκε συνεσιν εν παντι ρηματι και οραματι και ενυπνιοις και εν παση σοφια

18 μετα δε τας ημερας ταυτας επεταξεν ο βασιλευς εισαγαγειν αυτους και εισηχθησαν απο του αρχιευνουχου προς τον βασιλεα ναβουχοδονοσορ

19 και ωμιλησεν αυτοις ο βασιλευς και ουχ ευρεθη εν τοις σοφοις ομοιος τω δανιηλ και ανανια και μισαηλ και αζαρια και ησαν παρα τω βασιλει

20 και εν παντι λογω και συνεσει και παιδεια οσα εζητησε παρ' αυτων ο βασιλευς κατελαβεν αυτους σοφωτερους δεκαπλασιως υπερ τους σοφιστας και τους φιλοσοφους τους εν παση τη βασιλεια αυτου και εδοξασεν αυτους ο βασιλευς και κατεστησεν αυτους αρχοντας και ανεδειξεν αυτους σοφους παρα παντας τους αυτου εν πραγμασιν εν παση τη γη αυτου και εν τη βασιλεια αυτου

21 και ην δανιηλ εως του πρωτου ετους της βασιλειας κυρου βασιλεως περσων

Daniel第2章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 172

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 1183, 1709, 2606, 5223, 10325

Apocalypse Revealed 101

Show Unpublished Work(s)




翻译:
分享: