Ezekiel第15章

Greek OT: LXX [A] Accented

研究内在含义

← Ezekiel第14章   Ezekiel第16章 →

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2 καὶ σύ υἱὲ ἀνθρώπου τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ

3 εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ' αὐτὸν πᾶν σκεῦος

4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν τὴν κατ' ἐνιαυτὸν κάθαρσιν ἀπ' αὐτῆς ἀναλίσκει τὸ πῦρ καὶ ἐκλείπει εἰς τέλος μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν

5 οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος εἰ ἔσται ἔτι εἰς ἐργασίαν

6 διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν οὕτως δέδωκα τοὺς κατοικοῦντας ιερουσαλημ

7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ' αὐτούς ἐκ τοῦ πυρὸς ἐξελεύσονται καὶ πῦρ αὐτοὺς καταφάγεται καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ' αὐτούς

8 καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ' ὧν παρέπεσον παραπτώματι λέγει κύριος

← Ezekiel第14章   Ezekiel第16章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Inner Meaning of Prophets and Psalms 138

本章评论:

斯威登堡作的本章其他参考:

Arcana Coelestia 9777

Apocalypse Revealed 350, 880, 939

Brief Exposition of Doctrine 100

The Lord 28, 64

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 4


翻译:
分享: