Ezekiel 15

pag-aaral

           |

1 και εγενετο λογος κυριου προς με λεγων

2 και συ υιε ανθρωπου τι αν γενοιτο το ξυλον της αμπελου εκ παντων των ξυλων των κληματων των οντων εν τοις ξυλοις του δρυμου

3 ει λημψονται εξ αυτης ξυλον του ποιησαι εις εργασιαν ει λημψονται εξ αυτης πασσαλον του κρεμασαι επ' αυτον παν σκευος

4 παρεξ πυρι δεδοται εις αναλωσιν την κατ' ενιαυτον καθαρσιν απ' αυτης αναλισκει το πυρ και εκλειπει εις τελος μη χρησιμον εσται εις εργασιαν

5 ουδε ετι αυτου οντος ολοκληρου ουκ εσται εις εργασιαν μη οτι εαν και πυρ αυτο αναλωση εις τελος ει εσται ετι εις εργασιαν

6 δια τουτο ειπον ταδε λεγει κυριος ον τροπον το ξυλον της αμπελου εν τοις ξυλοις του δρυμου ο δεδωκα αυτο τω πυρι εις αναλωσιν ουτως δεδωκα τους κατοικουντας ιερουσαλημ

7 και δωσω το προσωπον μου επ' αυτους εκ του πυρος εξελευσονται και πυρ αυτους καταφαγεται και επιγνωσονται οτι εγω κυριος εν τω στηρισαι με το προσωπον μου επ' αυτους

8 και δωσω την γην εις αφανισμον ανθ' ων παρεπεσον παραπτωματι λεγει κυριος