The Bible

 

Jeremiah 44

Greek OT: LXX [A] Unaccented         

Study the Inner Meaning

← Previous   Next →

1 και εβασιλευσεν σεδεκιας υιος ιωσια αντι ιωακιμ ον εβασιλευσεν ναβουχοδονοσορ βασιλευειν του ιουδα

2 και ουκ ηκουσεν αυτος και οι παιδες αυτου και ο λαος της γης τους λογους κυριου ους ελαλησεν εν χειρι ιερεμιου

3 και απεστειλεν ο βασιλευς σεδεκιας τον ιωαχαλ υιον σελεμιου και τον σοφονιαν υιον μαασαιου τον ιερεα προς ιερεμιαν λεγων προσευξαι δη περι ημων προς κυριον

4 και ιερεμιας ηλθεν και διηλθεν δια μεσου της πολεως και ουκ εδωκαν αυτον εις οικον της φυλακης

5 και δυναμις φαραω εξηλθεν εξ αιγυπτου και ηκουσαν οι χαλδαιοι την ακοην αυτων και ανεβησαν απο ιερουσαλημ

6 και εγενετο λογος κυριου προς ιερεμιαν λεγων

7 ουτως ειπεν κυριος ουτως ερεις προς βασιλεα ιουδα τον αποστειλαντα προς σε του εκζητησαι με ιδου δυναμις φαραω η εξελθουσα υμιν εις βοηθειαν αποστρεψουσιν εις γην αιγυπτου

8 και αναστρεψουσιν αυτοι οι χαλδαιοι και πολεμησουσιν επι την πολιν ταυτην και συλλημψονται αυτην και καυσουσιν αυτην εν πυρι

9 οτι ουτως ειπεν κυριος μη υπολαβητε ταις ψυχαις υμων λεγοντες αποτρεχοντες απελευσονται αφ' ημων οι χαλδαιοι οτι ου μη απελθωσιν

10 και εαν παταξητε πασαν δυναμιν των χαλδαιων τους πολεμουντας υμας και καταλειφθωσιν τινες εκκεκεντημενοι εκαστος εν τω τοπω αυτου ουτοι αναστησονται και καυσουσιν την πολιν ταυτην εν πυρι

11 και εγενετο οτε ανεβη η δυναμις των χαλδαιων απο ιερουσαλημ απο προσωπου της δυναμεως φαραω

12 εξηλθεν ιερεμιας απο ιερουσαλημ του πορευθηναι εις γην βενιαμιν του αγορασαι εκειθεν εν μεσω του λαου

13 και εγενετο αυτος εν πυλη βενιαμιν και εκει ανθρωπος παρ' ω κατελυεν σαρουιας υιος σελεμιου υιου ανανιου και συνελαβεν τον ιερεμιαν λεγων προς τους χαλδαιους συ φευγεις

14 και ειπεν ψευδος ουκ εις τους χαλδαιους εγω φευγω και ουκ ηκουσεν αυτου και συνελαβεν σαρουιας τον ιερεμιαν και εισηγαγεν αυτον προς τους αρχοντας

15 και επικρανθησαν οι αρχοντες επι ιερεμιαν και επαταξαν αυτον και απεστειλαν αυτον εις την οικιαν ιωναθαν του γραμματεως οτι ταυτην εποιησαν εις οικιαν φυλακης

16 και ηλθεν ιερεμιας εις οικιαν του λακκου και εις την χερεθ και εκαθισεν εκει ημερας πολλας

17 και απεστειλεν σεδεκιας και εκαλεσεν αυτον και ηρωτα αυτον ο βασιλευς κρυφαιως ειπειν ει εστιν λογος παρα κυριου και ειπεν εστιν εις χειρας βασιλεως βαβυλωνος παραδοθηση

18 και ειπεν ιερεμιας τω βασιλει τι ηδικησα σε και τους παιδας σου και τον λαον τουτον οτι συ διδως με εις οικιαν φυλακης

19 και που εισιν οι προφηται υμων οι προφητευσαντες υμιν λεγοντες οτι ου μη ελθη βασιλευς βαβυλωνος επι την γην ταυτην

20 και νυν κυριε βασιλευ πεσετω το ελεος μου κατα προσωπον σου και τι αποστρεφεις με εις οικιαν ιωναθαν του γραμματεως και ου μη αποθανω εκει

21 και συνεταξεν ο βασιλευς και ενεβαλοσαν αυτον εις οικιαν της φυλακης και εδιδοσαν αυτω αρτον ενα της ημερας εξωθεν ου πεσσουσιν εως εξελιπον οι αρτοι εκ της πολεως και εκαθισεν ιερεμιας εν τη αυλη της φυλακης

← Previous   Next →

   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

The Inner Meaning of the Prophets and Psalms 103, 110


Other references to this chapter:

Arcana Coelestia 3448

Doctrine of the Lord 39, 53

True Christian Religion 93, 158


References from Swedenborg's unpublished works:

Apocalypse Explained 573

Marriage 93

Other New Christian Commentary

  Stories and their meanings:

Hop to Similar Bible Verses

1 Samuel 12:19

2 Kings 24:7, 17, 25:7

1 Chronicles 3:15

2 Chronicles 36:10, 11, 12

Job 15:31

Psalms 33:18, 119:170

Isaiah 30:3, 7, 36:6

Jeremiah 1:1, 2:27, 36, 14:13, 20:2, 21:1, 2, 4, 7, 22:24, 25:35, 32:2, 29, 34:21, 37:5, 11, 38:1, 3, 7, 9, 14, 26, 28, 39:15, 42:2, 52:6

Lamentations 4:18

Ezekiel 17:15

Zechariah 14:10

Matthew 21:35

Luke 3:20

John 18:23

Acts of the Apostles 4:3, 8:24, 25:11

Hebrews 11:36

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library at the New Church Vineyard website.


 Jeremiah Cast into Pit
Activity | Ages 11 - 14

 Jeremiah Is Put into the Pit
Worship Talk | Ages 7 - 14

The Bible

 

Isaiah 30:3

Greek OT: LXX [A] Unaccented         

Study the Inner Meaning

← Previous    Full Chapter    Next →

3 εσται γαρ υμιν η σκεπη φαραω εις αισχυνην και τοις πεποιθοσιν επ' αιγυπτον ονειδος

   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

The Inner Meaning of the Prophets and Psalms 30


Other references to this verse:

Arcana Coelestia 1165, 2588, 5044, 6015


References from Swedenborg's unpublished works:

Apocalypse Explained 654

Other New Christian Commentary

  Stories and their meanings:


  PDF Resources


Hop to Similar Bible Verses

Proverbs 25:19

Isaiah 20:5

Jeremiah 2:36, 37:7, 46:25

Ezekiel 29:7


Translate: