The Bible

 

Amos 8

Study

   

1 ουτως εδειξεν μοι κυριος και ιδου αγγος ιξευτου

2 και ειπεν τι συ βλεπεις αμως και ειπα αγγος ιξευτου και ειπεν κυριος προς με ηκει το περας επι τον λαον μου ισραηλ ουκετι μη προσθω του παρελθειν αυτον

3 και ολολυξει τα φατνωματα του ναου εν εκεινη τη ημερα λεγει κυριος πολυς ο πεπτωκως εν παντι τοπω επιρριψω σιωπην

4 ακουσατε δη ταυτα οι εκτριβοντες εις το πρωι πενητα και καταδυναστευοντες πτωχους απο της γης

5 οι λεγοντες ποτε διελευσεται ο μην και εμπολησομεν και τα σαββατα και ανοιξομεν θησαυρους του ποιησαι μικρον μετρον και του μεγαλυναι σταθμια και ποιησαι ζυγον αδικον

6 του κτασθαι εν αργυριω πτωχους και ταπεινον αντι υποδηματων και απο παντος γενηματος εμπορευσομεθα

7 ομνυει κυριος καθ' υπερηφανιας ιακωβ ει επιλησθησεται εις νεικος παντα τα εργα υμων

8 και επι τουτοις ου ταραχθησεται η γη και πενθησει πας ο κατοικων εν αυτη και αναβησεται ως ποταμος συντελεια και καταβησεται ως ποταμος αιγυπτου

9 και εσται εν εκεινη τη ημερα λεγει κυριος ο θεος και δυσεται ο ηλιος μεσημβριας και συσκοτασει επι της γης εν ημερα το φως

10 και μεταστρεψω τας εορτας υμων εις πενθος και πασας τας ωδας υμων εις θρηνον και αναβιβω επι πασαν οσφυν σακκον και επι πασαν κεφαλην φαλακρωμα και θησομαι αυτον ως πενθος αγαπητου και τους μετ' αυτου ως ημεραν οδυνης

11 ιδου ημεραι ερχονται λεγει κυριος και εξαποστελω λιμον επι την γην ου λιμον αρτου ουδε διψαν υδατος αλλα λιμον του ακουσαι λογον κυριου

12 και σαλευθησονται υδατα εως θαλασσης και απο βορρα εως ανατολων περιδραμουνται ζητουντες τον λογον κυριου και ου μη ευρωσιν

13 εν τη ημερα εκεινη εκλειψουσιν αι παρθενοι αι καλαι και οι νεανισκοι εν διψει

14 οι ομνυοντες κατα του ιλασμου σαμαρειας και οι λεγοντες ζη ο θεος σου δαν και ζη ο θεος σου βηρσαβεε και πεσουνται και ου μη αναστωσιν ετι

   

The Bible

 

Revelation 14:18

Study

       

18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.