The Bible

 

Micah 1

Study

1 καὶ ἐγένετο λόγος κυρίου πρὸς μιχαιαν τὸν τοῦ μωρασθι ἐν ἡμέραις ιωαθαμ καὶ αχαζ καὶ εζεκιου βασιλέων ιουδα ὑπὲρ ὧν εἶδεν περὶ σαμαρείας καὶ περὶ ιερουσαλημ

2 ἀκούσατε λαοί λόγους καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ

3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς

4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει

5 διὰ ἀσέβειαν ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου ισραηλ τίς ἡ ἀσέβεια τοῦ ιακωβ οὐ σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου ιουδα οὐχὶ ιερουσαλημ

6 καὶ θήσομαι σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω

7 καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν

8 ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων

9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου ἕως ιερουσαλημ

10 οἱ ἐν γεθ μὴ μεγαλύνεσθε οἱ ἐν ακιμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν

11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης

12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας ιερουσαλημ

13 ψόφος ἁρμάτων καὶ ἱππευόντων κατοικοῦσα λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ ισραηλ

14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ ισραηλ

15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικοῦσα λαχις κληρονομία ἕως οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς ισραηλ

16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ

From Swedenborg's Works

 

The Inner Meaning of the Prophets and Psalms #215

  
/ 418  
  

215. Internal Meaning of Micah, Chapter 1 (1)

The church in respect to the doctrine of truth and good. (1)

1-2 The descent of the Lord from heaven, and His coming into the world. (1)

3 The state of heaven then became changed. (12)

4-7 Then all the representatives of the church, which had been totally falsified, will be destroyed. (3, 10)

8-12 Consequent mourning, and that it will extend even to those who were in celestial good. (3)

13-15 Hence even these will begin to be perverted. (3)

16 Consequently they also will suffer deprivation of all truth. (3)

  
/ 418  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.