The Bible

 

Jeremiah 41

Study

   

1 ὁ λόγος ὁ γενόμενος πρὸς ιερεμιαν παρὰ κυρίου καὶ ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις ιουδα λέγων

2 οὕτως εἶπεν κύριος βάδισον πρὸς σεδεκιαν βασιλέα ιουδα καὶ ἐρεῖς αὐτῷ οὕτως εἶπεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως βαβυλῶνος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί

3 καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει καὶ εἰς βαβυλῶνα εἰσελεύσῃ

4 ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου σεδεκια βασιλεῦ ιουδα οὕτως λέγει κύριος

5 ἐν εἰρήνῃ ἀποθανῇ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὦ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἶπεν κύριος

6 καὶ ἐλάλησεν ιερεμιας πρὸς τὸν βασιλέα σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν ιερουσαλημ

7 καὶ ἡ δύναμις βασιλέως βαβυλῶνος ἐπολέμει ἐπὶ ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις ιουδα ἐπὶ λαχις καὶ ἐπὶ αζηκα ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν ιουδα πόλεις ὀχυραί

8 ὁ λόγος ὁ γενόμενος πρὸς ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν

9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν εβραῖον καὶ τὴν εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ ιουδα

10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ

11 καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας

12 καὶ ἐγενήθη λόγος κυρίου πρὸς ιερεμιαν λέγων

13 οὕτως εἶπεν κύριος ὁ θεὸς ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς αἰγύπτου ἐξ οἴκου δουλείας λέγων

14 ὅταν πληρωθῇ ἓξ ἔτη ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν εβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν

15 καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ

16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν ὑμῖν εἰς παῖδας καὶ παιδίσκας

17 διὰ τοῦτο οὕτως εἶπεν κύριος ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς

18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ

19 τοὺς ἄρχοντας ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν

20 καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς

21 καὶ τὸν σεδεκιαν βασιλέα τῆς ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ δύναμις βασιλέως βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ' αὐτῶν

22 ἰδοὺ ἐγὼ συντάσσω φησὶν κύριος καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην καὶ πολεμήσουσιν ἐπ' αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις ιουδα καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων

   

From Swedenborg's Works

 

Arcana Coelestia #988

Study this Passage

  
/ 10837  
  

988. 'Upon every bird of the air' 1 means over falsities that go with reasoning. This is clear from the meaning of 'a bird'. In the Word birds mean intellectual concepts - gentle, useful, and beautiful ones mean intellectual concepts that are true, but savage, useless, and ugly ones intellectual concepts that are false, that is, falsities that go with reasoning. That they mean intellectual concepts, see 40, 776, 870. From this it is also evident that birds mean reasonings and the falsities that go with them. To leave no one in any doubt, the places quoted below, in addition to what is mentioned in 866 concerning the raven, will serve to confirm the point. In Jeremiah,

I will visit them with four kinds [of destroyers], with the sword to slay, with dogs to tear, with the birds of the air, 1 and with the beasts of the earth to devour and destroy. Jeremiah 15:3.

In Ezekiel,

Upon its ruin will dwell every bird of the air, 1 and on its branches will be every wild animal of the field. Ezekiel 37:13.

In Daniel,

At length upon the bird of abominations will come desolation. Daniel 9:27.

In John,

Babylon, a prison of every unclean and hateful bird. Revelation 18:1.

And the Prophets declare many times that dead bodies would be given as food to the birds of the air 1 and to the beasts of the earth, Jeremiah 7:33; 19:7; 34:20; Ezekiel 29:5; 39:4; Psalms 79:2; Isaiah 18:6. This meant that they would be destroyed by falsities, which are 'the birds of the air' 2 , and by evils or evil desires, which are 'the beasts of the earth'.

Footnotes:

1. literally, bird of heaven (or the sky)

2. literally, birds of heaven (or the sky)

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.