The Bible

 

Ezekiel 4

Study

   

1 καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ' αὐτὴν πόλιν τὴν ιερουσαλημ

2 καὶ δώσεις ἐπ' αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ' αὐτὴν χάρακα καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ

3 καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ' αὐτήν καὶ ἔσται ἐν συγκλεισμῷ καὶ συγκλείσεις αὐτήν σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς ισραηλ

4 καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου ισραηλ ἐπ' αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν ἃς κοιμηθήσῃ ἐπ' αὐτοῦ καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν

5 καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου ισραηλ

6 καὶ συντελέσεις ταῦτα πάντα καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου ιουδα τεσσαράκοντα ἡμέρας ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι

7 καὶ εἰς τὸν συγκλεισμὸν ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ' αὐτήν

8 καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου

9 καὶ σὺ λαβὲ σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους καὶ κατ' ἀριθμὸν τῶν ἡμερῶν ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά

10 καὶ τὸ βρῶμά σου ὃ φάγεσαι ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά

11 καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ ιν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι

12 καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτῶν

13 καὶ ἐρεῖς τάδε λέγει κύριος ὁ θεὸς τοῦ ισραηλ οὕτως φάγονται οἱ υἱοὶ ισραηλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν

14 καὶ εἶπα μηδαμῶς κύριε θεὲ τοῦ ισραηλ ἰδοὺ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον

15 καὶ εἶπεν πρός με ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ' αὐτῶν

16 καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν ιερουσαλημ καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται

17 ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν

   

From Swedenborg's Works

 

Spiritual Experiences #2283

Study this Passage

  
/ 6110  
  

2283. There are besides prophetical influences different from these, namely that leave the persons completely in control of themselves, with their own thinking, just as at other times, the only difference being that spirits speak with them, and when they are ordered to do certain things, to make certain gestures, as the true prophets were commanded to do-like building walls, or attacking, and such things spoken of here and there in the Word-these influences occur by way of an inner conviction, namely, that one is so commanded by the Lord. When there is this conviction, one cannot possibly resist because one is convinced that the Lord has commanded it, and therefore one does it, as if from oneself. I have been taught this several times by actual experience, and I know for certain that it is really the case.

Written in the presence of spirits. 1748, 10 June.

  
/ 6110  
  

Thanks to the Academy of the New Church, and Bryn Athyn College, for the permission to use this translation.